previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[576α] αὐτοὶ ὑποπεσόντες, πάντα σχήματα τολμῶντες ποιεῖν ὡς οἰκεῖοι, διαπραξάμενοι δὲ ἀλλότριοι;

καὶ σφόδρα γε.

ἐν παντὶ ἄρα τῷ βίῳ ζῶσι φίλοι μὲν οὐδέποτε οὐδενί, ἀεὶ δέ του δεσπόζοντες δουλεύοντες ἄλλῳ, ἐλευθερίας δὲ καὶ φιλίας ἀληθοῦς τυραννικὴ φύσις ἀεὶ ἄγευστος.

πάνυ μὲν οὖν.

ἆρ᾽ οὖν οὐκ ὀρθῶς ἂν τοὺς τοιούτους ἀπίστους καλοῖμεν;

πῶς δ᾽ οὔ;

καὶ μὴν ἀδίκους γε ὡς οἷόν τε μάλιστα, εἴπερ ὀρθῶς [576β] ἐν τοῖς πρόσθεν ὡμολογήσαμεν περὶ δικαιοσύνης οἷόν ἐστιν.

ἀλλὰ μήν, δ᾽ ὅς, ὀρθῶς γε.

κεφαλαιωσώμεθα τοίνυν, ἦν δ᾽ ἐγώ, τὸν κάκιστον. ἔστιν δέ που, οἷον ὄναρ διήλθομεν, ὃς ἂν ὕπαρ τοιοῦτος .

πάνυ μὲν οὖν.

οὐκοῦν οὗτος γίγνεται ὃς ἂν τυραννικώτατος φύσει ὢν μοναρχήσῃ, καὶ ὅσῳ ἂν πλείω χρόνον ἐν τυραννίδι βιῷ, τοσούτῳ μᾶλλον τοιοῦτος.

ἀνάγκη, ἔφη διαδεξάμενος τὸν λόγον Γλαύκων.

ἆρ᾽ οὖν, ἦν δ᾽ ἐγώ, ὃς ἂν φαίνηται πονηρότατος, καὶ [576ξ] ἀθλιώτατος φανήσεται; καὶ ὃς ἂν πλεῖστον χρόνον καὶ μάλιστα τυραννεύσῃ, μάλιστά τε καὶ πλεῖστον χρόνον τοιοῦτος γεγονὼς τῇ ἀληθείᾳ; τοῖς δὲ πολλοῖς πολλὰ καὶ δοκεῖ.

ἀνάγκη, ἔφη, ταῦτα γοῦν οὕτως ἔχειν.

ἄλλο τι οὖν, ἦν δ᾽ ἐγώ, γε τυραννικὸς κατὰ τὴν τυραννουμένην πόλιν ἂν εἴη ὁμοιότητι, δημοτικὸς δὲ κατὰ δημοκρατουμένην, καὶ οἱ ἄλλοι οὕτω;

τί μήν;

οὐκοῦν, ὅτι πόλις πρὸς πόλιν ἀρετῇ καὶ εὐδαιμονίᾳ, τοῦτο καὶ ἀνὴρ πρὸς ἄνδρα; [576δ]

πῶς γὰρ οὔ;

τί οὖν ἀρετῇ τυραννουμένη πόλις πρὸς βασιλευομένην οἵαν τὸ πρῶτον διήλθομεν;

πᾶν τοὐναντίον, ἔφη: μὲν γὰρ ἀρίστη, δὲ κακίστη.

οὐκ ἐρήσομαι, εἶπον, ὁποτέραν λέγεις: δῆλον γάρ. ἀλλ᾽ εὐδαιμονίας τε αὖ καὶ ἀθλιότητος ὡσαύτως ἄλλως κρίνεις; καὶ μὴ ἐκπληττώμεθα πρὸς τὸν τύραννον ἕνα ὄντα βλέποντες, μηδ᾽ εἴ τινες ὀλίγοι περὶ ἐκεῖνον, ἀλλ᾽ ὡς χρὴ ὅλην [576ε] τὴν πόλιν εἰσελθόντας θεάσασθαι, καταδύντες εἰς ἅπασαν καὶ ἰδόντες, οὕτω δόξαν ἀποφαινώμεθα.

ἀλλ᾽ ὀρθῶς, ἔφη, προκαλῇ: καὶ δῆλον παντὶ ὅτι τυραννουμένης μὲν οὐκ ἔστιν ἀθλιωτέρα, βασιλευομένης δὲ οὐκ εὐδαιμονεστέρα.

ἆρ᾽ οὖν, ἦν δ᾽ ἐγώ, καὶ περὶ τῶν ἀνδρῶν τὰ αὐτὰ ταῦτα

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (James Adam)
load focus English (1969)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: