previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[551α]

τιμωμένου δὴ πλούτου ἐν πόλει καὶ τῶν πλουσίων ἀτιμοτέρα ἀρετή τε καὶ οἱ ἀγαθοί.

δῆλον.

ἀσκεῖται δὴ τὸ ἀεὶ τιμώμενον, ἀμελεῖται δὲ τὸ ἀτιμαζόμενον.

οὕτω.

ἀντὶ δὴ φιλονίκων καὶ φιλοτίμων ἀνδρῶν φιλοχρηματισταὶ καὶ φιλοχρήματοι τελευτῶντες ἐγένοντο, καὶ τὸν μὲν πλούσιον ἐπαινοῦσίν τε καὶ θαυμάζουσι καὶ εἰς τὰς ἀρχὰς ἄγουσι, τὸν δὲ πένητα ἀτιμάζουσι.

πάνυ γε.

οὐκοῦν τότε δὴ νόμον τίθενται ὅρον πολιτείας ὀλιγαρχικῆς [551β] ταξάμενοι πλῆθος χρημάτων, οὗ μὲν μᾶλλον ὀλιγαρχία, πλέον, οὗ δ᾽ ἧττον, ἔλαττον, προειπόντες ἀρχῶν μὴ μετέχειν ἂν μὴ οὐσία εἰς τὸ ταχθὲν τίμημα, ταῦτα δὲ βίᾳ μεθ᾽ ὅπλων διαπράττονται, καὶ πρὸ τούτου φοβήσαντες κατεστήσαντο τὴν τοιαύτην πολιτείαν. οὐχ οὕτως;

οὕτω μὲν οὖν.

μὲν δὴ κατάστασις ὡς ἔπος εἰπεῖν αὕτη.

ναί, ἔφη: ἀλλὰ τίς δὴ τρόπος τῆς πολιτείας; καὶ ποῖά [551ξ] ἐστιν ἔφαμεν αὐτὴν ἁμαρτήματα ἔχειν;

πρῶτον μέν, ἔφην, τοῦτο αὐτό, ὅρος αὐτῆς οἷός ἐστιν. ἄθρει γάρ, εἰ νεῶν οὕτω τις ποιοῖτο κυβερνήτας, ἀπὸ τιμημάτων, τῷ δὲ πένητι, εἰ καὶ κυβερνητικώτερος εἴη, μὴ ἐπιτρέποι

πονηράν, δ᾽ ὅς, τὴν ναυτιλίαν αὐτοὺς ναυτίλλεσθαι.

οὐκοῦν καὶ περὶ ἄλλου οὕτως ὁτουοῦν τινος ἀρχῆς;

οἶμαι ἔγωγε.

πλὴν πόλεως; ἦν δ᾽ ἐγώ: καὶ πόλεως πέρι;

πολύ γ᾽, ἔφη, μάλιστα, ὅσῳ χαλεπωτάτη καὶ μεγίστη ἀρχή. [551δ]

ἓν μὲν δὴ τοῦτο τοσοῦτον ὀλιγαρχία ἂν ἔχοι ἁμάρτημα.

φαίνεται.

τί δέ; τόδε ἆρά τι τούτου ἔλαττον;

τὸ ποῖον;

τὸ μὴ μίαν ἀλλὰ δύο ἀνάγκῃ εἶναι τὴν τοιαύτην πόλιν, τὴν μὲν πενήτων, τὴν δὲ πλουσίων, οἰκοῦντας ἐν τῷ αὐτῷ, ἀεὶ ἐπιβουλεύοντας ἀλλήλοις.

οὐδὲν μὰ Δί᾽, ἔφη, ἔλαττον.

ἀλλὰ μὴν οὐδὲ τόδε καλόν, τὸ ἀδυνάτους εἶναι ἴσως πόλεμόν τινα πολεμεῖν διὰ τὸ ἀναγκάζεσθαι χρωμένους [551ε] τῷ πλήθει ὡπλισμένῳ δεδιέναι μᾶλλον τοὺς πολεμίους, μὴ χρωμένους ὡς ἀληθῶς ὀλιγαρχικοὺς φανῆναι ἐν αὐτῷ τῷ μάχεσθαι, καὶ ἅμα χρήματα μὴ ἐθέλειν εἰσφέρειν, ἅτε φιλοχρημάτους.

οὐ καλόν.

τί δέ; πάλαι ἐλοιδοροῦμεν, τὸ πολυπραγμονεῖν γεωργοῦντας

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1969)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: