previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[533α]

οὐκέτ᾽, ἦν δ᾽ ἐγώ, φίλε Γλαύκων, οἷός τ᾽ ἔσῃ ἀκολουθεῖνἐπεὶ τό γ᾽ ἐμὸν οὐδὲν ἂν προθυμίας ἀπολίποιοὐδ᾽ εἰκόνα ἂν ἔτι οὗ λέγομεν ἴδοις, ἀλλ᾽ αὐτὸ τὸ ἀληθές, γε δή μοι φαίνεταιεἰ δ᾽ ὄντως μή, οὐκέτ᾽ ἄξιον τοῦτο διισχυρίζεσθαι: ἀλλ᾽ ὅτι μὲν δὴ τοιοῦτόν τι ἰδεῖν, ἰσχυριστέον. γάρ;

τί μήν;

οὐκοῦν καὶ ὅτι τοῦ διαλέγεσθαι δύναμις μόνη ἂν φήνειεν ἐμπείρῳ ὄντι ὧν νυνδὴ διήλθομεν, ἄλλῃ δὲ οὐδαμῇ δυνατόν;

καὶ τοῦτ᾽, ἔφη, ἄξιον διισχυρίζεσθαι. [533β]

τόδε γοῦν, ἦν δ᾽ ἐγώ, οὐδεὶς ἡμῖν ἀμφισβητήσει λέγουσιν, ὡς αὐτοῦ γε ἑκάστου πέρι ἔστιν ἕκαστον ἄλλη τις ἐπιχειρεῖ μέθοδος ὁδῷ περὶ παντὸς λαμβάνειν. ἀλλ᾽ αἱ μὲν ἄλλαι πᾶσαι τέχναι πρὸς δόξας ἀνθρώπων καὶ ἐπιθυμίας εἰσὶν πρὸς γενέσεις τε καὶ συνθέσεις, πρὸς θεραπείαν τῶν φυομένων τε καὶ συντιθεμένων ἅπασαι τετράφαται: αἱ δὲ λοιπαί, ἃς τοῦ ὄντος τι ἔφαμεν ἐπιλαμβάνεσθαι, γεωμετρίας τε καὶ τὰς ταύτῃ ἑπομένας, ὁρῶμεν ὡς ὀνειρώττουσι μὲν [533ξ] περὶ τὸ ὄν, ὕπαρ δὲ ἀδύνατον αὐταῖς ἰδεῖν, ἕως ἂν ὑποθέσεσι χρώμεναι ταύτας ἀκινήτους ἐῶσι, μὴ δυνάμεναι λόγον διδόναι αὐτῶν. γὰρ ἀρχὴ μὲν μὴ οἶδε, τελευτὴ δὲ καὶ τὰ μεταξὺ ἐξ οὗ μὴ οἶδεν συμπέπλεκται, τίς μηχανὴ τὴν τοιαύτην ὁμολογίαν ποτὲ ἐπιστήμην γενέσθαι;

οὐδεμία, δ᾽ ὅς.

οὐκοῦν, ἦν δ᾽ ἐγώ, διαλεκτικὴ μέθοδος μόνη ταύτῃ πορεύεται, τὰς ὑποθέσεις ἀναιροῦσα, ἐπ᾽ αὐτὴν τὴν ἀρχὴν [533δ] ἵνα βεβαιώσηται, καὶ τῷ ὄντι ἐν βορβόρῳ βαρβαρικῷ τινι τὸ τῆς ψυχῆς ὄμμα κατορωρυγμένον ἠρέμα ἕλκει καὶ ἀνάγει ἄνω, συνερίθοις καὶ συμπεριαγωγοῖς χρωμένη αἷς διήλθομεν τέχναις: ἃς ἐπιστήμας μὲν πολλάκις προσείπομεν διὰ τὸ ἔθος, δέονται δὲ ὀνόματος ἄλλου, ἐναργεστέρου μὲν δόξης, ἀμυδροτέρου δὲ ἐπιστήμηςδιάνοιαν δὲ αὐτὴν ἔν γε τῷ πρόσθεν που ὡρισάμεθαἔστι δ᾽, ὡς ἐμοὶ δοκεῖ, οὐ περὶ [533ε] ὀνόματος ἀμφισβήτησις, οἷς τοσούτων πέρι σκέψις ὅσων ἡμῖν πρόκειται.

οὐ γὰρ οὖν, ἔφη.

ἀλλ᾽ ἂν μόνον δηλοῖ πως τὴν ἕξιν σαφηνείᾳ λέγειν ἐν ψυχῇ ἀρκέσει;

ναί.

ἀρκέσει οὖν, ἦν δ᾽ ἐγώ, ὥσπερ τὸ πρότερον, τὴν μὲν πρώτην μοῖραν ἐπιστήμην καλεῖν, δευτέραν δὲ διάνοιαν, τρίτην

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (James Adam)
load focus English (1969)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: