Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[491ξ]
ἔτι τοίνυν, ἦν δ᾽ ἐγώ, πρὸς τούτοις τὰ λεγόμενα ἀγαθὰ πάντα φθείρει καὶ ἀποσπᾷ, κάλλος καὶ πλοῦτος καὶ ἰσχὺς σώματος καὶ συγγένεια ἐρρωμένη ἐν πόλει καὶ πάντα τὰ τούτων οἰκεῖα: ἔχεις γὰρ τὸν τύπον ὧν λέγω.ἔχω, ἔφη: καὶ ἡδέως γ᾽ ἂν ἀκριβέστερον ἃ λέγεις πυθοίμην.λαβοῦ τοίνυν, ἦν δ᾽ ἐγώ, ὅλου αὐτοῦ ὀρθῶς, καί σοι εὔδηλόν τε φανεῖται καὶ οὐκ ἄτοπα δόξει τὰ προειρημένα περὶ αὐτῶν.πῶς οὖν, ἔφη, κελεύεις;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.