previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[476α]

πῶς δ᾽ οὔ;

οὐκοῦν ἐπειδὴ δύο, καὶ ἓν ἑκάτερον;

καὶ τοῦτο.

καὶ περὶ δὴ δικαίου καὶ ἀδίκου καὶ ἀγαθοῦ καὶ κακοῦ καὶ πάντων τῶν εἰδῶν πέρι αὐτὸς λόγος, αὐτὸ μὲν ἓν ἕκαστον εἶναι, τῇ δὲ τῶν πράξεων καὶ σωμάτων καὶ ἀλλήλων κοινωνίᾳ πανταχοῦ φανταζόμενα πολλὰ φαίνεσθαι ἕκαστον.

ὀρθῶς, ἔφη, λέγεις.

ταύτῃ τοίνυν, ἦν δ᾽ ἐγώ, διαιρῶ, χωρὶς μὲν οὓς νυνδὴ ἔλεγες φιλοθεάμονάς τε καὶ φιλοτέχνους καὶ πρακτικούς, [476β] καὶ χωρὶς αὖ περὶ ὧν λόγος, οὓς μόνους ἄν τις ὀρθῶς προσείποι φιλοσόφους.

πῶς, ἔφη, λέγεις;

οἱ μέν που, ἦν δ᾽ ἐγώ, φιλήκοοι καὶ φιλοθεάμονες τάς τε καλὰς φωνὰς ἀσπάζονται καὶ χρόας καὶ σχήματα καὶ πάντα τὰ ἐκ τῶν τοιούτων δημιουργούμενα, αὐτοῦ δὲ τοῦ καλοῦ ἀδύνατος αὐτῶν διάνοια τὴν φύσιν ἰδεῖν τε καὶ ἀσπάσασθαι.

ἔχει γὰρ οὖν δή, ἔφη, οὕτως.

οἱ δὲ δὴ ἐπ᾽ αὐτὸ τὸ καλὸν δυνατοὶ ἰέναι τε καὶ ὁρᾶν καθ᾽ αὑτὸ ἆρα οὐ σπάνιοι ἂν εἶεν; [476ξ]

καὶ μάλα.

οὖν καλὰ μὲν πράγματα νομίζων, αὐτὸ δὲ κάλλος μήτε νομίζων μήτε, ἄν τις ἡγῆται ἐπὶ τὴν γνῶσιν αὐτοῦ, δυνάμενος ἕπεσθαι, ὄναρ ὕπαρ δοκεῖ σοι ζῆν; σκόπει δέ. τὸ ὀνειρώττειν ἆρα οὐ τόδε ἐστίν, ἐάντε ἐν ὕπνῳ τις ἐάντ᾽ ἐγρηγορὼς τὸ ὅμοιόν τῳ μὴ ὅμοιον ἀλλ᾽ αὐτὸ ἡγῆται εἶναι ἔοικεν;

ἐγὼ γοῦν ἄν, δ᾽ ὅς, φαίην ὀνειρώττειν τὸν τοιοῦτον.

τί δέ; τἀναντία τούτων ἡγούμενός τέ τι αὐτὸ καλὸν [476δ] καὶ δυνάμενος καθορᾶν καὶ αὐτὸ καὶ τὰ ἐκείνου μετέχοντα, καὶ οὔτε τὰ μετέχοντα αὐτὸ οὔτε αὐτὸ τὰ μετέχοντα ἡγούμενος, ὕπαρ ὄναρ αὖ καὶ οὗτος δοκεῖ σοι ζῆν;

καὶ μάλα, ἔφη, ὕπαρ.

οὐκοῦν τούτου μὲν τὴν διάνοιαν ὡς γιγνώσκοντος γνώμην ἂν ὀρθῶς φαῖμεν εἶναι, τοῦ δὲ δόξαν ὡς δοξάζοντος;

πάνυ μὲν οὖν.

τί οὖν ἐὰν ἡμῖν χαλεπαίνῃ οὗτος, ὅν φαμεν δοξάζειν ἀλλ᾽ οὐ γιγνώσκειν, καὶ ἀμφισβητῇ ὡς οὐκ ἀληθῆ λέγομεν; [476ε] ἕξομέν τι παραμυθεῖσθαι αὐτὸν καὶ πείθειν ἠρέμα, ἐπικρυπτόμενοι ὅτι οὐχ ὑγιαίνει;

δεῖ γέ τοι δή, ἔφη.

ἴθι δή, σκόπει τί ἐροῦμεν πρὸς αὐτόν. βούλει ὧδε πυνθανώμεθα παρ᾽ αὐτοῦ, λέγοντες ὡς εἴ τι οἶδεν οὐδεὶς αὐτῷ φθόνος, ἀλλ᾽ ἅσμενοι ἂν ἴδοιμεν εἰδότα τι. ἀλλ᾽ ἡμῖν εἰπὲ τόδε: γιγνώσκων γιγνώσκει τὶ οὐδέν; σὺ οὖν μοι ὑπὲρ ἐκείνου ἀποκρίνου.

ἀποκρινοῦμαι, ἔφη, ὅτι γιγνώσκει τί.

πότερον ὂν οὐκ ὄν;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1969)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: