previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[459α]

πῶς οὖν δὴ ὠφελιμώτατοι ἔσονται; τόδε μοι λέγε, Γλαύκων: ὁρῶ γάρ σου ἐν τῇ οἰκίᾳ καὶ κύνας θηρευτικοὺς καὶ τῶν γενναίων ὀρνίθων μάλα συχνούς: ἆρ᾽ οὖν, πρὸς Διός, προσέσχηκάς τι τοῖς τούτων γάμοις τε καὶ παιδοποιίᾳ;

τὸ ποῖον; ἔφη.

πρῶτον μὲν αὐτῶν τούτων, καίπερ ὄντων γενναίων, ἆρ᾽ οὐκ εἰσί τινες καὶ γίγνονται ἄριστοι;

εἰσίν.

πότερον οὖν ἐξ ἁπάντων ὁμοίως γεννᾷς, προθυμῇ ὅτι μάλιστα ἐκ τῶν ἀρίστων;

ἐκ τῶν ἀρίστων. [459β]

τί δ᾽; ἐκ τῶν νεωτάτων ἐκ τῶν γεραιτάτων ἐξ ἀκμαζόντων ὅτι μάλιστα;

ἐξ ἀκμαζόντων.

καὶ ἂν μὴ οὕτω γεννᾶται, πολύ σοι ἡγῇ χεῖρον ἔσεσθαι τό τε τῶν ὀρνίθων καὶ τὸ τῶν κυνῶν γένος;

ἔγωγ᾽, ἔφη.

τί δὲ ἵππων οἴει, ἦν δ᾽ ἐγώ, καὶ τῶν ἄλλων ζῴων; ἄλλῃ πῃ ἔχειν;

ἄτοπον μεντἄν, δ᾽ ὅς, εἴη.

βαβαῖ, ἦν δ᾽ ἐγώ, φίλε ἑταῖρε, ὡς ἄρα σφόδρα ἡμῖν δεῖ ἄκρων εἶναι τῶν ἀρχόντων, εἴπερ καὶ περὶ τὸ τῶν ἀνθρώπων γένος ὡσαύτως ἔχει. [459ξ]

ἀλλὰ μὲν δὴ ἔχει, ἔφη: ἀλλὰ τί δή;

ὅτι ἀνάγκη αὐτοῖς, ἦν δ᾽ ἐγώ, φαρμάκοις πολλοῖς χρῆσθαι. ἰατρὸν δέ που μὴ δεομένοις μὲν σώμασι φαρμάκων, ἀλλὰ διαίτῃ ἐθελόντων ὑπακούειν, καὶ φαυλότερον ἐξαρκεῖν ἡγούμεθα εἶναι: ὅταν δὲ δὴ καὶ φαρμακεύειν δέῃ, ἴσμεν ὅτι ἀνδρειοτέρου δεῖ τοῦ ἰατροῦ.

ἀληθῆ: ἀλλὰ πρὸς τί λέγεις;

πρὸς τόδε, ἦν δ᾽ ἐγώ: συχνῷ τῷ ψεύδει καὶ τῇ ἀπάτῃ κινδυνεύει ἡμῖν δεήσειν χρῆσθαι τοὺς ἄρχοντας ἐπ᾽ ὠφελίᾳ [459δ] τῶν ἀρχομένων. ἔφαμεν δέ που ἐν φαρμάκου εἴδει πάντα τὰ τοιαῦτα χρήσιμα εἶναι.

καὶ ὀρθῶς γε, ἔφη.

ἐν τοῖς γάμοις τοίνυν καὶ παιδοποιίαις ἔοικε τὸ ὀρθὸν τοῦτο γίγνεσθαι οὐκ ἐλάχιστον.

πῶς δή;

δεῖ μέν, εἶπον, ἐκ τῶν ὡμολογημένων τοὺς ἀρίστους ταῖς ἀρίσταις συγγίγνεσθαι ὡς πλειστάκις, τοὺς δὲ φαυλοτάτους ταῖς φαυλοτάταις τοὐναντίον, καὶ τῶν μὲν τὰ ἔκγονα τρέφειν, [459ε] τῶν δὲ μή, εἰ μέλλει τὸ ποίμνιον ὅτι ἀκρότατον εἶναι, καὶ ταῦτα πάντα γιγνόμενα λανθάνειν πλὴν αὐτοὺς τοὺς ἄρχοντας, εἰ αὖ ἀγέλη τῶν φυλάκων ὅτι μάλιστα ἀστασίαστος ἔσται.

ὀρθότατα, ἔφη.

οὐκοῦν δὴ ἑορταί τινες νομοθετητέαι ἐν αἷς συνάξομεν τάς τε νύμφας καὶ τοὺς νυμφίους καὶ θυσίαι, καὶ ὕμνοι

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (James Adam)
load focus English (1969)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: