previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[455α] τοῦτο αὐτὸ διδάσκειν ἡμᾶς, πρὸς τίνα τέχνην τί ἐπιτήδευμα τῶν περὶ πόλεως κατασκευὴν οὐχ αὐτὴ ἀλλὰ ἑτέρα φύσις γυναικός τε καὶ ἀνδρός;

δίκαιον γοῦν.

τάχα τοίνυν ἄν, ὅπερ σὺ ὀλίγον πρότερον ἔλεγες, εἴποι ἂν καὶ ἄλλος, ὅτι ἐν μὲν τῷ παραχρῆμα ἱκανῶς εἰπεῖν οὐ ῥᾴδιον, ἐπισκεψαμένῳ δὲ οὐδὲν χαλεπόν.

εἴποι γὰρ ἄν.

βούλει οὖν δεώμεθα τοῦ τὰ τοιαῦτα ἀντιλέγοντος ἀκολουθῆσαι [455β] ἡμῖν, ἐάν πως ἡμεῖς ἐκείνῳ ἐνδειξώμεθα ὅτι οὐδέν ἐστιν ἐπιτήδευμα ἴδιον γυναικὶ πρὸς διοίκησιν πόλεως;

πάνυ γε.

ἴθι δή, φήσομεν πρὸς αὐτόν, ἀποκρίνου: ἆρα οὕτως ἔλεγες τὸν μὲν εὐφυῆ πρός τι εἶναι, τὸν δὲ ἀφυῆ, ἐν μὲν ῥᾳδίως τι μανθάνοι, δὲ λαλεπῶς; καὶ μὲν ἀπὸ βραχείας μαθήσεως ἐπὶ πολὺ εὑρετικὸς εἴη οὗ ἔμαθεν, δὲ πολλῆς μαθήσεως τυχὼν καὶ μελέτης μηδ᾽ ἔμαθε σῴζοιτο; καὶ τῷ μὲν τὰ τοῦ σώματος ἱκανῶς ὑπηρετοῖ τῇ διανοίᾳ, τῷ [455ξ] δὲ ἐναντιοῖτο; ἆρ᾽ ἄλλα ἄττα ἐστὶν ταῦτα, οἷς τὸν εὐφυῆ πρὸς ἕκαστα καὶ τὸν μὴ ὡρίζου;

οὐδείς, δ᾽ ὅς, ἄλλα φήσει.

οἶσθά τι οὖν ὑπὸ ἀνθρώπων μελετώμενον, ἐν οὐ πάντα ταῦτα τὸ τῶν ἀνδρῶν γένος διαφερόντως ἔχει τὸ τῶν γυναικῶν; μακρολογῶμεν τήν τε ὑφαντικὴν λέγοντες καὶ τὴν τῶν ποπάνων τε καὶ ἑψημάτων θεραπείαν, ἐν οἷς δή τι δοκεῖ τὸ γυναικεῖον γένος εἶναι, οὗ καὶ καταγελαστότατόν [455δ] ἐστι πάντων ἡττώμενον;

ἀληθῆ, ἔφη, λέγεις, ὅτι πολὺ κρατεῖται ἐν ἅπασιν ὡς ἔπος εἰπεῖν τὸ γένος τοῦ γένους. γυναῖκες μέντοι πολλαὶ πολλῶν ἀνδρῶν βελτίους εἰς πολλά: τὸ δὲ ὅλον ἔχει ὡς σὺ λέγεις.

οὐδὲν ἄρα ἐστίν, φίλε, ἐπιτήδευμα τῶν πόλιν διοικούντων γυναικὸς διότι γυνή, οὐδ᾽ ἀνδρὸς διότι ἀνήρ, ἀλλ᾽ ὁμοίως διεσπαρμέναι αἱ φύσεις ἐν ἀμφοῖν τοῖν ζῴοιν, καὶ πάντων μὲν μετέχει γυνὴ ἐπιτηδευμάτων κατὰ [455ε] φύσιν, πάντων δὲ ἀνήρ, ἐπὶ πᾶσι δὲ ἀσθενέστερον γυνὴ ἀνδρός.

πάνυ γε.

οὖν ἀνδράσι πάντα προστάξομεν, γυναικὶ δ᾽ οὐδέν;

καὶ πῶς;

ἀλλ᾽ ἔστι γὰρ οἶμαι, ὡς φήσομεν, καὶ γυνὴ ἰατρική, δ᾽ οὔ, καὶ μουσική, δ᾽ ἄμουσος φύσει.

τί μήν;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (James Adam)
load focus English (1969)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: