previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[421α] ἔσται οὔτε κεραμεὺς κεραμεὺς οὔτε ἄλλος οὐδεὶς οὐδὲν ἔχων σχῆμα ἐξ ὧν πόλις γίγνεται. ἀλλὰ τῶν μὲν ἄλλων ἐλάττων λόγος: νευρορράφοι γὰρ φαῦλοι γενόμενοι καὶ διαφθαρέντες καὶ προσποιησάμενοι εἶναι μὴ ὄντες πόλει οὐδὲν δεινόν, φύλακες δὲ νόμων τε καὶ πόλεως μὴ ὄντες ἀλλὰ δοκοῦντες ὁρᾷς δὴ ὅτι πᾶσαν ἄρδην πόλιν ἀπολλύασιν, καὶ αὖ τοῦ εὖ οἰκεῖν καὶ εὐδαιμονεῖν μόνοι τὸν καιρὸν ἔχουσιν.’ εἰ μὲν οὖν ἡμεῖς μὲν φύλακας ὡς ἀληθῶς [421β] ποιοῦμεν ἥκιστα κακούργους τῆς πόλεως, δ᾽ ἐκεῖνο λέγων γεωργούς τινας καὶ ὥσπερ ἐν πανηγύρει ἀλλ᾽ οὐκ ἐν πόλει ἑστιάτορας εὐδαίμονας, ἄλλο ἄν τι πόλιν λέγοι. σκεπτέον οὖν πότερον πρὸς τοῦτο βλέποντες τοὺς φύλακας καθιστῶμεν, ὅπως ὅτι πλείστη αὐτοῖς εὐδαιμονία ἐγγενήσεται, τοῦτο μὲν εἰς τὴν πόλιν ὅλην βλέποντας θεατέον εἰ ἐκείνῃ ἐγγίγνεται, τοὺς δ᾽ ἐπικούρους τούτους καὶ τοὺς [421ξ] φύλακας ἐκεῖνο ἀναγκαστέον ποιεῖν καὶ πειστέον, ὅπως ὅτι ἄριστοι δημιουργοὶ τοῦ ἑαυτῶν ἔργου ἔσονται, καὶ τοὺς ἄλλους ἅπαντας ὡσαύτως, καὶ οὕτω συμπάσης τῆς πόλεως αὐξανομένης καὶ καλῶς οἰκιζομένης ἐατέον ὅπως ἑκάστοις τοῖς ἔθνεσιν φύσις ἀποδίδωσι τοῦ μεταλαμβάνειν εὐδαιμονίας.

ἀλλ᾽, δ᾽ ὅς, καλῶς μοι δοκεῖς λέγειν.

ἆρ᾽ οὖν, ἦν δ᾽ ἐγώ, καὶ τὸ τούτου ἀδελφὸν δόξω σοι μετρίως λέγειν;

τί μάλιστα; [421δ]

τοὺς ἄλλους αὖ δημιουργοὺς σκόπει εἰ τάδε διαφθείρει, ὥστε καὶ κακοὺς γίγνεσθαι.

τὰ ποῖα δὴ ταῦτα;

πλοῦτος, ἦν δ᾽ ἐγώ, καὶ πενία.

πῶς δή;

ὧδε. πλουτήσας χυτρεὺς δοκεῖ σοι ἔτ᾽ ἐθελήσειν ἐπιμελεῖσθαι τῆς τέχνης;

οὐδαμῶς, ἔφη.

Ἀργὸς δὲ καὶ ἀμελὴς γενήσεται μᾶλλον αὐτὸς αὑτοῦ;

πολύ γε.

οὐκοῦν κακίων χυτρεὺς γίγνεται;

καὶ τοῦτο, ἔφη, πολύ.

καὶ μὴν καὶ ὄργανά γε μὴ ἔχων παρέχεσθαι ὑπὸ πενίας τι ἄλλο τῶν εἰς τὴν τέχνην τά τε ἔργα πονηρότερα [421ε] ἐργάσεται καὶ τοὺς ὑεῖς ἄλλους οὓς ἂν διδάσκῃ χείρους δημιουργοὺς διδάξεται.

πῶς δ᾽ οὔ;

ὑπ᾽ ἀμφοτέρων δή, πενίας τε καὶ πλούτου, χείρω μὲν τὰ τῶν τεχνῶν ἔργα, χείρους δὲ αὐτοί.

φαίνεται.

ἕτερα δή, ὡς ἔοικε, τοῖς φύλαξιν ηὑρήκαμεν, παντὶ τρόπῳ φυλακτέον ὅπως μήποτε αὐτοὺς λήσει εἰς τὴν πόλιν παραδύντα.

τὰ ποῖα ταῦτα;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1969)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: