previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[443α] τοῦτον αὐτὸ δρᾶσαι μᾶλλον ὅσοι μὴ τοιοῦτοι;

οὐδέν᾽ ἄν, ἔφη.

οὐκοῦν καὶ ἱεροσυλιῶν καὶ κλοπῶν καὶ προδοσιῶν, ἰδίᾳ ἑταίρων δημοσίᾳ πόλεων, ἐκτὸς ἂν οὗτος εἴη;

ἐκτός.

καὶ μὴν οὐδ᾽ ὁπωστιοῦν γ᾽ ἂν ἄπιστος κατὰ ὅρκους κατὰ τὰς ἄλλας ὁμολογίας.

πῶς γὰρ ἄν;

μοιχεῖαί γε μὴν καὶ γονέων ἀμέλειαι καὶ θεῶν ἀθεραπευσίαι παντὶ ἄλλῳ μᾶλλον τῷ τοιούτῳ προσήκουσι.

παντὶ μέντοι, ἔφη. [443β]

οὐκοῦν τούτων πάντων αἴτιον ὅτι αὐτοῦ τῶν ἐν αὐτῷ ἕκαστον τὰ αὑτοῦ πράττει ἀρχῆς τε πέρι καὶ τοῦ ἄρχεσθαι;

τοῦτο μὲν οὖν, καὶ οὐδὲν ἄλλο.

ἔτι τι οὖν ἕτερον ζητεῖς δικαιοσύνην εἶναι ταύτην τὴν δύναμιν τοὺς τοιούτους ἄνδρας τε παρέχεται καὶ πόλεις;

μὰ Δία, δ᾽ ὅς, οὐκ ἔγωγε.

τέλεον ἄρα ἡμῖν τὸ ἐνύπνιον ἀποτετέλεσται, ἔφαμεν ὑποπτεῦσαι ὡς εὐθὺς ἀρχόμενοι τῆς πόλεως οἰκίζειν κατὰ [443ξ] θεόν τινα εἰς ἀρχήν τε καὶ τύπον τινὰ τῆς δικαιοσύνης κινδυνεύομεν ἐμβεβηκέναι.

παντάπασιν μὲν οὖν.

τὸ δέ γε ἦν ἄρα, Γλαύκωνδι᾽ καὶ ὠφελεῖεἴδωλόν τι τῆς δικαιοσύνης, τὸ τὸν μὲν σκυτοτομικὸν φύσει ὀρθῶς ἔχειν σκυτοτομεῖν καὶ ἄλλο μηδὲν πράττειν, τὸν δὲ τεκτονικὸν τεκταίνεσθαι, καὶ τἆλλα δὴ οὕτως.

φαίνεται.

τὸ δέ γε ἀληθές, τοιοῦτόν τι ἦν, ὡς ἔοικεν, δικαιοσύνη ἀλλ᾽ οὐ περὶ τὴν ἔξω πρᾶξιν τῶν αὑτοῦ, ἀλλὰ περὶ τὴν [443δ] ἐντός, ὡς ἀληθῶς περὶ ἑαυτὸν καὶ τὰ ἑαυτοῦ, μὴ ἐάσαντα τἀλλότρια πράττειν ἕκαστον ἐν αὑτῷ μηδὲ πολυπραγμονεῖν πρὸς ἄλληλα τὰ ἐν τῇ ψυχῇ γένη, ἀλλὰ τῷ ὄντι τὰ οἰκεῖα εὖ θέμενον καὶ ἄρξαντα αὐτὸν αὑτοῦ καὶ κοσμήσαντα καὶ φίλον γενόμενον ἑαυτῷ καὶ συναρμόσαντα τρία ὄντα, ὥσπερ ὅρους τρεῖς ἁρμονίας ἀτεχνῶς, νεάτης τε καὶ ὑπάτης καὶ μέσης, καὶ εἰ ἄλλα ἄττα μεταξὺ τυγχάνει ὄντα, πάντα ταῦτα [443ε] συνδήσαντα καὶ παντάπασιν ἕνα γενόμενον ἐκ πολλῶν, σώφρονα καὶ ἡρμοσμένον, οὕτω δὴ πράττειν ἤδη, ἐάν τι πράττῃ περὶ χρημάτων κτῆσιν περὶ σώματος θεραπείαν καὶ πολιτικόν τι περὶ τὰ ἴδια συμβόλαια, ἐν πᾶσι τούτοις ἡγούμενον καὶ ὀνομάζοντα δικαίαν μὲν καὶ καλὴν πρᾶξιν ἂν ταύτην τὴν ἕξιν σῴζῃ τε καὶ συναπεργάζηται, σοφίαν δὲ τὴν ἐπιστατοῦσαν ταύτῃ τῇ πράξει ἐπιστήμην, ἄδικον δὲ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (James Adam)
load focus English (1969)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: