Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[435α]
τάχ᾽ ἂν παρ᾽ ἄλληλα σκοποῦντες καὶ τρίβοντες, ὥσπερ ἐκ πυρείων ἐκλάμψαι ποιήσαιμεν τὴν δικαιοσύνην: καὶ φανερὰν γενομένην βεβαιωσόμεθα αὐτὴν παρ᾽ ἡμῖν αὐτοῖς.ἀλλ᾽, ἔφη, καθ᾽ ὁδόν τε λέγεις καὶ ποιεῖν χρὴ οὕτως.ἆρ᾽ οὖν, ἦν δ᾽ ἐγώ, ὅ γε ταὐτὸν ἄν τις προσείποι μεῖζόν τε καὶ ἔλαττον, ἀνόμοιον τυγχάνει ὂν ταύτῃ ᾗ ταὐτὸν προσαγορεύεται, ἢ ὅμοιον;ὅμοιον, ἔφη.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.