previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[429α] ὀλίγιστον γίγνεται γένος, προσήκει ταύτης τῆς ἐπιστήμης μεταλαγχάνειν ἣν μόνην δεῖ τῶν ἄλλων ἐπιστημῶν σοφίαν καλεῖσθαι.

ἀληθέστατα, ἔφη, λέγεις.

τοῦτο μὲν δὴ ἓν τῶν τεττάρων οὐκ οἶδα ὅντινα τρόπον ηὑρήκαμεν, αὐτό τε καὶ ὅπου τῆς πόλεως ἵδρυται.

ἐμοὶ γοῦν δοκεῖ, ἔφη, ἀποχρώντως ηὑρῆσθαι.

ἀλλὰ μὴν ἀνδρεία γε αὐτή τε καὶ ἐν κεῖται τῆς πόλεως, δι᾽ τοιαύτη κλητέα πόλις, οὐ πάνυ χαλεπὸν ἰδεῖν.

πῶς δή; [429β]

τίς ἄν, ἦν δ᾽ ἐγώ, εἰς ἄλλο τι ἀποβλέψας δειλὴν ἀνδρείαν πόλιν εἴποι ἀλλ᾽ εἰς τοῦτο τὸ μέρος προπολεμεῖ τε καὶ στρατεύεται ὑπὲρ αὐτῆς;

οὐδ᾽ ἂν εἷς, ἔφη, εἰς ἄλλο τι.

οὐ γὰρ οἶμαι, εἶπον, οἵ γε ἄλλοι ἐν αὐτῇ δειλοὶ ἀνδρεῖοι ὄντες κύριοι ἂν εἶεν τοίαν αὐτὴν εἶναι τοίαν.

οὐ γάρ.

καὶ ἀνδρεία ἄρα πόλις μέρει τινὶ ἑαυτῆς ἐστι, διὰ τὸ ἐν ἐκείνῳ ἔχειν δύναμιν τοιαύτην διὰ παντὸς σώσει τὴν περὶ [429ξ] τῶν δεινῶν δόξαν, ταῦτά τε αὐτὰ εἶναι καὶ τοιαῦτα, τε καὶ οἷα νομοθέτης παρήγγελλεν ἐν τῇ παιδείᾳ. οὐ τοῦτο ἀνδρείαν καλεῖς;

οὐ πάνυ, ἔφη, ἔμαθον εἶπες, ἀλλ᾽ αὖθις εἰπέ.

σωτηρίαν ἔγωγ᾽, εἶπον, λέγω τινὰ εἶναι τὴν ἀνδρείαν.

ποίαν δὴ σωτηρίαν;

τὴν τῆς δόξης τῆς ὑπὸ νόμου διὰ τῆς παιδείας γεγονυίας περὶ τῶν δεινῶν τέ ἐστι καὶ οἷα: διὰ παντὸς δὲ ἔλεγον αὐτῆς σωτηρίαν τὸ ἔν τε λύπαις ὄντα διασῴζεσθαι αὐτὴν καὶ ἐν [429δ] ἡδοναῖς καὶ ἐν ἐπιθυμίαις καὶ ἐν φόβοις καὶ μὴ ἐκβάλλειν. δέ μοι δοκεῖ ὅμοιον εἶναι ἐθέλω ἀπεικάσαι, εἰ βούλει.

ἀλλὰ βούλομαι.

οὐκοῦν οἶσθα, ἦν δ᾽ ἐγώ, ὅτι οἱ βαφῆς, ἐπειδὰν βουληθῶσι βάψαι ἔρια ὥστ᾽ εἶναι ἁλουργά, πρῶτον μὲν ἐκλέγονται ἐκ τοσούτων χρωμάτων μίαν φύσιν τὴν τῶν λευκῶν, ἔπειτα προπαρασκευάζουσιν, οὐκ ὀλίγῃ παρασκευῇ θεραπεύσαντες ὅπως δέξεται ὅτι μάλιστα τὸ ἄνθος, καὶ οὕτω δὴ βάπτουσι. [429ε] καὶ μὲν ἂν τούτῳ τῷ τρόπῳ βαφῇ, δευσοποιὸν γίγνεται τὸ βαφέν, καὶ πλύσις οὔτ᾽ ἄνευ ῥυμμάτων οὔτε μετὰ ῥυμμάτων δύναται αὐτῶν τὸ ἄνθος ἀφαιρεῖσθαι: δ᾽ ἂν μή, οἶσθα οἷα δὴ γίγνεται, ἐάντέ τις ἄλλα χρώματα βάπτῃ ἐάντε καὶ ταῦτα μὴ προθεραπεύσας.

οἶδα, ἔφη, ὅτι καὶ ἔκπλυτα καὶ γελοῖα.

τοιοῦτον τοίνυν, ἦν δ᾽ ἐγώ, ὑπόλαβε κατὰ δύναμιν ἐργάζεσθαι καὶ ἡμᾶς, ὅτε ἐξελεγόμεθα τοὺς στρατιώτας καὶ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (James Adam)
load focus English (1969)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: