Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[421δ]
τοὺς ἄλλους αὖ δημιουργοὺς σκόπει εἰ τάδε διαφθείρει, ὥστε καὶ κακοὺς γίγνεσθαι.τὰ ποῖα δὴ ταῦτα;πλοῦτος, ἦν δ᾽ ἐγώ, καὶ πενία.πῶς δή;ὧδε. πλουτήσας χυτρεὺς δοκεῖ σοι ἔτ᾽ ἐθελήσειν ἐπιμελεῖσθαι τῆς τέχνης;οὐδαμῶς, ἔφη.Ἀργὸς δὲ καὶ ἀμελὴς γενήσεται μᾶλλον αὐτὸς αὑτοῦ;πολύ γε.οὐκοῦν κακίων χυτρεὺς γίγνεται;καὶ τοῦτο, ἔφη, πολύ.καὶ μὴν καὶ ὄργανά γε μὴ ἔχων παρέχεσθαι ὑπὸ πενίας ἤ τι ἄλλο τῶν εἰς τὴν τέχνην τά τε ἔργα πονηρότερα
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.