previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[413α] τοῦ μεταμανθάνοντος, ἀκουσίως δὲ πᾶσα ἀληθής.

τὸ μὲν τῆς ἑκουσίου, ἔφη, μανθάνω, τὸ δὲ τῆς ἀκουσίου δέομαι μαθεῖν.

τί δέ; οὐ καὶ σὺ ἡγῇ, ἔφην ἐγώ, τῶν μὲν ἀγαθῶν ἀκουσίως στέρεσθαι τοὺς ἀνθρώπους, τῶν δὲ κακῶν ἑκουσίως; οὐ τὸ μὲν ἐψεῦσθαι τῆς ἀληθείας κακόν, τὸ δὲ ἀληθεύειν ἀγαθόν; οὐ τὸ τὰ ὄντα δοξάζειν ἀληθεύειν δοκεῖ σοι εἶναι;

ἀλλ᾽, δ᾽ ὅς, ὀρθῶς λέγεις, καί μοι δοκοῦσιν ἄκοντες ἀληθοῦς δόξης στερίσκεσθαι. [413β]

οὐκοῦν κλαπέντες γοητευθέντες βιασθέντες τοῦτο πάσχουσιν;

οὐδὲ νῦν, ἔφη, μανθάνω.

τραγικῶς, ἦν δ᾽ ἐγώ, κινδυνεύω λέγειν. κλαπέντας μὲν γὰρ τοὺς μεταπεισθέντας λέγω καὶ τοὺς ἐπιλανθανομένους, ὅτι τῶν μὲν χρόνος, τῶν δὲ λόγος ἐξαιρούμενος λανθάνει: νῦν γάρ που μανθάνεις;

ναί.

τοὺς τοίνυν βιασθέντας λέγω οὓς ἂν ὀδύνη τις ἀλγηδὼν μεταδοξάσαι ποιήσῃ.

καὶ τοῦτ᾽, ἔφη, ἔμαθον, καὶ ὀρθῶς λέγεις. [413ξ]

τοὺς μὴν γοητευθέντας, ὡς ἐγᾦμαι, κἂν σὺ φαίης εἶναι οἳ ἂν μεταδοξάσωσιν ὑφ᾽ ἡδονῆς κηληθέντες ὑπὸ φόβου τι δείσαντες.

ἔοικε γάρ, δ᾽ ὅς, γοητεύειν πάντα ὅσα ἀπατᾷ.

τοίνυν ἄρτι ἔλεγον, ζητητέον τίνες ἄριστοι φύλακες τοῦ παρ᾽ αὑτοῖς δόγματος, τοῦτο ὡς ποιητέον ἂν τῇ πόλει ἀεὶ δοκῶσι βέλτιστον εἶναι αὑτοῖς ποιεῖν. τηρητέον δὴ εὐθὺς ἐκ παίδων προθεμένοις ἔργα ἐν οἷς ἄν τις τὸ τοιοῦτον μάλιστα ἐπιλανθάνοιτο καὶ ἐξαπατῷτο, καὶ τὸν μὲν μνήμονα [413δ] καὶ δυσεξαπάτητον ἐγκριτέον, τὸν δὲ μὴ ἀποκριτέον. γάρ;

ναί.

καὶ πόνους γε αὖ καὶ ἀλγηδόνας καὶ ἀγῶνας αὐτοῖς θετέον, ἐν οἷς ταὐτὰ ταῦτα τηρητέον.

ὀρθῶς, ἔφη.

οὐκοῦν, ἦν δ᾽ ἐγώ, καὶ τρίτου εἴδους τούτοις γοητείας ἅμιλλαν ποιητέον, καὶ θεατέονὥσπερ τοὺς πώλους ἐπὶ τοὺς ψόφους τε καὶ θορύβους ἄγοντες σκοποῦσιν εἰ φοβεροί, οὕτω νέους ὄντας εἰς δείματ᾽ ἄττα κομιστέον καὶ εἰς ἡδονὰς [413ε] αὖ μεταβλητέον, βασανίζοντας πολὺ μᾶλλον χρυσὸν ἐν πυρίεἰ δυσγοήτευτος καὶ εὐσχήμων ἐν πᾶσι φαίνεται, φύλαξ αὑτοῦ ὢν ἀγαθὸς καὶ μουσικῆς ἧς ἐμάνθανεν, εὔρυθμόν τε καὶ εὐάρμοστον ἑαυτὸν ἐν πᾶσι τούτοις παρέχων, οἷος δὴ ἂν ὢν καὶ ἑαυτῷ καὶ πόλει χρησιμώτατος εἴη. καὶ τὸν ἀεὶ ἔν τε παισὶ καὶ νεανίσκοις καὶ ἐν ἀνδράσι βασανιζόμενον

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (James Adam)
load focus English (1969)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: