previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[412α] ἂν ἀλλήλοιν συναρμοσθῆτον ἐπιτεινομένω καὶ ἀνιεμένω μέχρι τοῦ προσήκοντος.

καὶ γὰρ ἔοικεν, ἔφη.

τὸν κάλλιστ᾽ ἄρα μουσικῇ γυμναστικὴν κεραννύντα καὶ μετριώτατα τῇ ψυχῇ προσφέροντα, τοῦτον ὀρθότατ᾽ ἂν φαῖμεν εἶναι τελέως μουσικώτατον καὶ εὐαρμοστότατον, πολὺ μᾶλλον τὸν τὰς χορδὰς ἀλλήλαις συνιστάντα.

εἰκότως γ᾽, ἔφη, Σώκρατες.

οὐκοῦν καὶ ἐν τῇ πόλει ἡμῖν, Γλαύκων, δεήσει τοῦ τοιούτου τινὸς ἀεὶ ἐπιστάτου, εἰ μέλλει πολιτεία σῴζεσθαι; [412β]

δεήσει μέντοι ὡς οἷόν τέ γε μάλιστα.

οἱ μὲν δὴ τύποι τῆς παιδείας τε καὶ τροφῆς οὗτοι ἂν εἶεν. χορείας γὰρ τί ἄν τις διεξίοι τῶν τοιούτων καὶ θήρας τε καὶ κυνηγέσια καὶ γυμνικοὺς ἀγῶνας καὶ ἱππικούς; σχεδὸν γάρ τι δῆλα δὴ ὅτι τούτοις ἑπόμενα δεῖ αὐτὰ εἶναι, καὶ οὐκέτι χαλεπὰ εὑρεῖν.

ἴσως, δ᾽ ὅς, οὐ χαλεπά.

εἶεν, ἦν δ᾽ ἐγώ: τὸ δὴ μετὰ τοῦτο τί ἂν ἡμῖν διαιρετέον εἴη; ἆρ᾽ οὐκ αὐτῶν τούτων οἵτινες ἄρξουσί τε καὶ ἄρξονται; [412ξ]

τί μήν;

οὐκοῦν ὅτι μὲν πρεσβυτέρους τοὺς ἄρχοντας δεῖ εἶναι, νεωτέρους δὲ τοὺς ἀρχομένους, δῆλον;

δῆλον.

καὶ ὅτι γε τοὺς ἀρίστους αὐτῶν;

καὶ τοῦτο.

οἱ δὲ γεωργῶν ἄριστοι ἆρ᾽ οὐ γεωργικώτατοι γίγνονται;

ναί.

νῦν δ᾽, ἐπειδὴ φυλάκων αὐτοὺς ἀρίστους δεῖ εἶναι, ἆρ᾽ οὐ φυλακικωτάτους πόλεως;

ναί.

οὐκοῦν φρονίμους τε εἰς τοῦτο δεῖ ὑπάρχειν καὶ δυνατοὺς καὶ ἔτι κηδεμόνας τῆς πόλεως; [412δ]

ἔστι ταῦτα.

κήδοιτο δέ γ᾽ ἄν τις μάλιστα τούτου τυγχάνοι φιλῶν.

ἀνάγκη.

καὶ μὴν τοῦτό γ᾽ ἂν μάλιστα φιλοῖ, συμφέρειν ἡγοῖτο τὰ αὐτὰ καὶ ἑαυτῷ καὶ ὅταν μάλιστα ἐκείνου μὲν εὖ πράττοντος οἴοιτο συμβαίνειν καὶ ἑαυτῷ εὖ πράττειν, μὴ δέ, τοὐναντίον.

οὕτως, ἔφη.

ἐκλεκτέον ἄρ᾽ ἐκ τῶν ἄλλων φυλάκων τοιούτους ἄνδρας, οἳ ἂν σκοποῦσιν ἡμῖν μάλιστα φαίνωνται παρὰ πάντα τὸν [412ε] βίον, μὲν ἂν τῇ πόλει ἡγήσωνται συμφέρειν, πάσῃ προθυμίᾳ ποιεῖν, δ᾽ ἂν μή, μηδενὶ τρόπῳ πρᾶξαι ἂν ἐθέλειν.

ἐπιτήδειοι γάρ, ἔφη.

δοκεῖ δή μοι τηρητέον αὐτοὺς εἶναι ἐν ἁπάσαις ταῖς ἡλικίαις, εἰ φυλακικοί εἰσι τούτου τοῦ δόγματος καὶ μήτε γοητευόμενοι μήτε βιαζόμενοι ἐκβάλλουσιν ἐπιλανθανόμενοι δόξαν τὴν τοῦ ποιεῖν δεῖν τῇ πόλει βέλτιστα.

τίνα, ἔφη, λέγεις τὴν ἐκβολήν;

ἐγώ σοι, ἔφην, ἐρῶ. φαίνεταί μοι δόξα ἐξιέναι ἐκ διανοίας ἑκουσίως ἀκουσίως, ἑκουσίως μὲν ψευδὴς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (James Adam)
load focus English (1969)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: