previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[394α] ἵνα σῶς οἴκαδε ἔλθοι. δὲ πρεσβύτης ἀκούσας ἔδεισέν τε καὶ ἀπῄει σιγῇ, ἀποχωρήσας δὲ ἐκ τοῦ στρατοπέδου πολλὰ τῷ Ἀπόλλωνι ηὔχετο, τάς τε ἐπωνυμίας τοῦ θεοῦ ἀνακαλῶν καὶ ὑπομιμνῄσκων καὶ ἀπαιτῶν, εἴ τι πώποτε ἐν ναῶν οἰκοδομήσεσιν ἐν ἱερῶν θυσίαις κεχαρισμένον δωρήσαιτο: ὧν δὴ χάριν κατηύχετο τεῖσαι τοὺς Ἀχαιοὺς τὰ δάκρυα τοῖς ἐκείνου βέλεσιν. οὕτως, ἦν δ᾽ ἐγώ, ἑταῖρε, ἄνευ [394β] μιμήσεως ἁπλῆ διήγησις γίγνεται.

μανθάνω, ἔφη.

μάνθανε τοίνυν, ἦν δ᾽ ἐγώ, ὅτι ταύτης αὖ ἐναντία γίγνεται, ὅταν τις τὰ τοῦ ποιητοῦ τὰ μεταξὺ τῶν ῥήσεων ἐξαιρῶν τὰ ἀμοιβαῖα καταλείπῃ.

καὶ τοῦτο, ἔφη, μανθάνω, ὅτι ἔστιν τὸ περὶ τὰς τραγῳδίας τοιοῦτον.

ὀρθότατα, ἔφην, ὑπέλαβες, καὶ οἶμαί σοι ἤδη δηλοῦν ἔμπροσθεν οὐχ οἷός τ᾽ , ὅτι τῆς ποιήσεώς τε καὶ μυθολογίας [394ξ] μὲν διὰ μιμήσεως ὅλη ἐστίν, ὥσπερ σὺ λέγεις, τραγῳδία τε καὶ κωμῳδία, δὲ δι᾽ ἀπαγγελίας αὐτοῦ τοῦ ποιητοῦεὕροις δ᾽ ἂν αὐτὴν μάλιστά που ἐν διθυράμβοις δ᾽ αὖ δι᾽ ἀμφοτέρων ἔν τε τῇ τῶν ἐπῶν ποιήσει, πολλαχοῦ δὲ καὶ ἄλλοθι, εἴ μοι μανθάνεις.

ἀλλὰ συνίημι, ἔφη, τότε ἐβούλου λέγειν.

καὶ τὸ πρὸ τούτου δὴ ἀναμνήσθητι, ὅτι ἔφαμεν μὲν λεκτέον ἤδη εἰρῆσθαι, ὡς δὲ λεκτέον ἔτι σκεπτέον εἶναι.

ἀλλὰ μέμνημαι. [394δ]

τοῦτο τοίνυν αὐτὸ ἦν ἔλεγον, ὅτι χρείη διομολογήσασθαι πότερον ἐάσομεν τοὺς ποιητὰς μιμουμένους ἡμῖν τὰς διηγήσεις ποιεῖσθαι τὰ μὲν μιμουμένους, τὰ δὲ μή, καὶ ὁποῖα ἑκάτερα, οὐδὲ μιμεῖσθαι.

μαντεύομαι, ἔφη, σκοπεῖσθαί σε εἴτε παραδεξόμεθα τραγῳδίαν τε καὶ κωμῳδίαν εἰς τὴν πόλιν, εἴτε καὶ οὔ.

ἴσως, ἦν δ᾽ ἐγώ, ἴσως δὲ καὶ πλείω ἔτι τούτων: οὐ γὰρ δὴ ἔγωγέ πω οἶδα, ἀλλ᾽ ὅπῃ ἂν λόγος ὥσπερ πνεῦμα φέρῃ, ταύτῃ ἰτέον.

καὶ καλῶς γ᾽, ἔφη, λέγεις. [394ε]

τόδε τοίνυν, Ἀδείμαντε, ἄθρει, πότερον μιμητικοὺς ἡμῖν δεῖ εἶναι τοὺς φύλακας οὔ: καὶ τοῦτο τοῖς ἔμπροσθεν ἕπεται, ὅτι εἷς ἕκαστος ἓν μὲν ἂν ἐπιτήδευμα καλῶς ἐπιτηδεύοι, πολλὰ δ᾽ οὔ, ἀλλ᾽ εἰ τοῦτο ἐπιχειροῖ, πολλῶν ἐφαπτόμενος πάντων ἀποτυγχάνοι ἄν, ὥστ᾽ εἶναί που ἐλλόγιμος;

τί δ᾽ οὐ μέλλει;

οὐκοῦν καὶ περὶ μιμήσεως αὐτὸς λόγος, ὅτι πολλὰ αὐτὸς μιμεῖσθαι εὖ ὥσπερ ἓν οὐ δυνατός;

οὐ γὰρ οὖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (James Adam)
load focus English (1969)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: