previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[375α]

οὐ γὰρ οὖν, ἔφη.

οἴει οὖν τι, ἦν δ᾽ ἐγώ, διαφέρειν φύσιν γενναίου σκύλακος εἰς φυλακὴν νεανίσκου εὐγενοῦς;

τὸ ποῖον λέγεις;

οἷον ὀξύν τέ που δεῖ αὐτοῖν ἑκάτερον εἶναι πρὸς αἴσθησιν καὶ ἐλαφρὸν πρὸς τὸ αἰσθανόμενον διωκάθειν, καὶ ἰσχυρὸν αὖ, ἐὰν δέῃ ἑλόντα διαμάχεσθαι.

δεῖ γὰρ οὖν, ἔφη, πάντων τούτων.

καὶ μὴν ἀνδρεῖόν γε, εἴπερ εὖ μαχεῖται.

πῶς δ᾽ οὔ;

ἀνδρεῖος δὲ εἶναι ἆρα ἐθελήσει μὴ θυμοειδὴς εἴτε ἵππος εἴτε κύων ἄλλο ὁτιοῦν ζῷον; οὐκ ἐννενόηκας ὡς [375β] ἄμαχόν τε καὶ ἀνίκητον θυμός, οὗ παρόντος ψυχὴ πᾶσα πρὸς πάντα ἄφοβός τέ ἐστι καὶ ἀήττητος;

ἐννενόηκα.

τὰ μὲν τοίνυν τοῦ σώματος οἷον δεῖ τὸν φύλακα εἶναι, δῆλα.

ναί.

καὶ μὴν καὶ τὰ τῆς ψυχῆς, ὅτι γε θυμοειδῆ.

καὶ τοῦτο.

πῶς οὖν, ἦν δ᾽ ἐγώ, Γλαύκων, οὐκ ἄγριοι ἀλλήλοις τε ἔσονται καὶ τοῖς ἄλλοις πολίταις, ὄντες τοιοῦτοι τὰς φύσεις;

μὰ Δία, δ᾽ ὅς, οὐ ῥᾳδίως. [375ξ]

ἀλλὰ μέντοι δεῖ γε πρὸς μὲν τοὺς οἰκείους πρᾴους αὐτοὺς εἶναι, πρὸς δὲ τοὺς πολεμίους χαλεπούς: εἰ δὲ μή, οὐ περιμενοῦσιν ἄλλους σφᾶς διολέσαι, ἀλλ᾽ αὐτοὶ φθήσονται αὐτὸ δράσαντες.

ἀληθῆ, ἔφη.

τί οὖν, ἦν δ᾽ ἐγώ, ποιήσομεν; πόθεν ἅμα πρᾷον καὶ μεγαλόθυμον ἦθος εὑρήσομεν; ἐναντία γάρ που θυμοειδεῖ πρᾳεῖα φύσις.

φαίνεται.

ἀλλὰ μέντοι τούτων γε ὁποτέρου ἂν στέρηται, φύλαξ ἀγαθὸς οὐ μὴ γένηται: ταῦτα δὲ ἀδυνάτοις ἔοικεν, καὶ οὕτω [375δ] δὴ συμβαίνει ἀγαθὸν φύλακα ἀδύνατον γενέσθαι.

κινδυνεύει, ἔφη.

καὶ ἐγὼ ἀπορήσας τε καὶ ἐπισκεψάμενος τὰ ἔμπροσθεν, δικαίως γε, ἦν δ᾽ ἐγώ, φίλε, ἀποροῦμεν: ἧς γὰρ προυθέμεθα εἰκόνος ἀπελείφθημεν.

πῶς λέγεις;

οὐκ ἐννενοήκαμεν ὅτι εἰσὶν ἄρα φύσεις οἵας ἡμεῖς οὐκ ᾠήθημεν, ἔχουσαι τἀναντία ταῦτα.

ποῦ δή;

ἴδοι μὲν ἄν τις καὶ ἐν ἄλλοις ζῴοις, οὐ μεντἂν ἥκιστα [375ε] ἐν ἡμεῖς παρεβάλλομεν τῷ φύλακι. οἶσθα γάρ που τῶν γενναίων κυνῶν, ὅτι τοῦτο φύσει αὐτῶν τὸ ἦθος, πρὸς μὲν τοὺς συνήθεις τε καὶ γνωρίμους ὡς οἷόν τε πρᾳοτάτους εἶναι, πρὸς δὲ τοὺς ἀγνῶτας τοὐναντίον.

οἶδα μέντοι.

τοῦτο μὲν ἄρα, ἦν δ᾽ ἐγώ, δυνατόν, καὶ οὐ παρὰ φύσιν ζητοῦμεν τοιοῦτον εἶναι τὸν φύλακα.

οὐκ ἔοικεν.

ἆρ᾽ οὖν σοι δοκεῖ ἔτι τοῦδε προσδεῖσθαι φυλακικὸς ἐσόμενος, πρὸς τῷ θυμοειδεῖ ἔτι προσγενέσθαι φιλόσοφος τὴν φύσιν;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (James Adam)
load focus English (1969)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: