previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[369α] πόλεσι ζητήσωμεν ποῖόν τί ἐστιν: ἔπειτα οὕτως ἐπισκεψώμεθα καὶ ἐν ἑνὶ ἑκάστῳ, τὴν τοῦ μείζονος ὁμοιότητα ἐν τῇ τοῦ ἐλάττονος ἰδέᾳ ἐπισκοποῦντες.

ἀλλά μοι δοκεῖς, ἔφη, καλῶς λέγειν.

ἆρ᾽ οὖν, ἦν δ᾽ ἐγώ, εἰ γιγνομένην πόλιν θεασαίμεθα λόγῳ, καὶ τὴν δικαιοσύνην αὐτῆς ἴδοιμεν ἂν γιγνομένην καὶ τὴν ἀδικίαν;

τάχ᾽ ἄν, δ᾽ ὅς.

οὐκοῦν γενομένου αὐτοῦ ἐλπὶς εὐπετέστερον ἰδεῖν ζητοῦμεν; [369β]

πολύ γε.

δοκεῖ οὖν χρῆναι ἐπιχειρῆσαι περαίνειν; οἶμαι μὲν γὰρ οὐκ ὀλίγον ἔργον αὐτὸ εἶναι: σκοπεῖτε οὖν.

ἔσκεπται, ἔφη Ἀδείμαντος: ἀλλὰ μὴ ἄλλως ποίει.

γίγνεται τοίνυν, ἦν δ᾽ ἐγώ, πόλις, ὡς ἐγᾦμαι, ἐπειδὴ τυγχάνει ἡμῶν ἕκαστος οὐκ αὐτάρκης, ἀλλὰ πολλῶν ὢν ἐνδεής: τίν᾽ οἴει ἀρχὴν ἄλλην πόλιν οἰκίζειν;

οὐδεμίαν, δ᾽ ὅς. [369ξ]

οὕτω δὴ ἄρα παραλαμβάνων ἄλλος ἄλλον, ἐπ᾽ ἄλλου, τὸν δ᾽ ἐπ᾽ ἄλλου χρείᾳ, πολλῶν δεόμενοι, πολλοὺς εἰς μίαν οἴκησιν ἀγείραντες κοινωνούς τε καὶ βοηθούς, ταύτῃ τῇ συνοικίᾳ ἐθέμεθα πόλιν ὄνομα: γάρ;

πάνυ μὲν οὖν.

μεταδίδωσι δὴ ἄλλος ἄλλῳ, εἴ τι μεταδίδωσιν, μεταλαμβάνει, οἰόμενος αὑτῷ ἄμεινον εἶναι;

πάνυ γε.

ἴθι δή, ἦν δ᾽ ἐγώ, τῷ λόγῳ ἐξ ἀρχῆς ποιῶμεν πόλιν: ποιήσει δὲ αὐτήν, ὡς ἔοικεν, ἡμετέρα χρεία.

πῶς δ᾽ οὔ; [369δ]

ἀλλὰ μὴν πρώτη γε καὶ μεγίστη τῶν χρειῶν τῆς τροφῆς παρασκευὴ τοῦ εἶναί τε καὶ ζῆν ἕνεκα.

παντάπασί γε.

δευτέρα δὴ οἰκήσεως, τρίτη δὲ ἐσθῆτος καὶ τῶν τοιούτων.

ἔστι ταῦτα.

φέρε δή, ἦν δ᾽ ἐγώ, πῶς πόλις ἀρκέσει ἐπὶ τοσαύτην παρασκευήν; ἄλλο τι γεωργὸς μὲν εἷς, δὲ οἰκοδόμος, ἄλλος δέ τις ὑφάντης; καὶ σκυτοτόμον αὐτόσε προσθήσομεν τιν᾽ ἄλλον τῶν περὶ τὸ σῶμα θεραπευτήν;

πάνυ γε.

εἴη δ᾽ ἂν γε ἀναγκαιοτάτη πόλις ἐκ τεττάρων πέντε ἀνδρῶν. [369ε]

φαίνεται.

τί δὴ οὖν; ἕνα ἕκαστον τούτων δεῖ τὸ αὑτοῦ ἔργον ἅπασι κοινὸν κατατιθέναι, οἷον τὸν γεωργὸν ἕνα ὄντα παρασκευάζειν σιτία τέτταρσιν καὶ τετραπλάσιον χρόνον τε καὶ πόνον ἀναλίσκειν ἐπὶ σίτου παρασκευῇ καὶ ἄλλοις κοινωνεῖν, ἀμελήσαντα ἑαυτῷ μόνον τέταρτον μέρος ποιεῖν τούτου τοῦ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (James Adam)
load focus English (1969)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: