previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[597α]

τί δὲ κλινοποιός; οὐκ ἄρτι μέντοι ἔλεγες ὅτι οὐ τὸ εἶδος ποιεῖ, δή φαμεν εἶναι ἔστι κλίνη, ἀλλὰ κλίνην τινά;

ἔλεγον γάρ.

οὐκοῦν εἰ μὴ ἔστιν ποιεῖ, οὐκ ἂν τὸ ὂν ποιοῖ, ἀλλά τι τοιοῦτον οἷον τὸ ὄν, ὂν δὲ οὔ: τελέως δὲ εἶναι ὂν τὸ τοῦ κλινουργοῦ ἔργον ἄλλου τινὸς χειροτέχνου εἴ τις φαίη, κινδυνεύει οὐκ ἂν ἀληθῆ λέγειν;

οὔκουν, ἔφη, ὥς γ᾽ ἂν δόξειεν τοῖς περὶ τοὺς τοιούσδε λόγους διατρίβουσιν.

μηδὲν ἄρα θαυμάζωμεν εἰ καὶ τοῦτο ἀμυδρόν τι τυγχάνει ὂν πρὸς ἀλήθειαν. [597β]

μὴ γάρ.

βούλει οὖν, ἔφην, ἐπ᾽ αὐτῶν τούτων ζητήσωμεν τὸν μιμητὴν τοῦτον, τίς ποτ᾽ ἐστίν;

εἰ βούλει, ἔφη.

οὐκοῦν τριτταί τινες κλῖναι αὗται γίγνονται: μία μὲν ἐν τῇ φύσει οὖσα, ἣν φαῖμεν ἄν, ὡς ἐγᾦμαι, θεὸν ἐργάσασθαι. τίν᾽ ἄλλον;

οὐδένα, οἶμαι.

μία δέ γε ἣν τέκτων.

ναί, ἔφη.

μία δὲ ἣν ζωγράφος. γάρ;

ἔστω.

ζωγράφος δή, κλινοποιός, θεός, τρεῖς οὗτοι ἐπιστάται τρισὶν εἴδεσι κλινῶν.

ναὶ τρεῖς. [597ξ]

μὲν δὴ θεός, εἴτε οὐκ ἐβούλετο, εἴτε τις ἀνάγκη ἐπῆν μὴ πλέον μίαν ἐν τῇ φύσει ἀπεργάσασθαι αὐτὸν κλίνην, οὕτως ἐποίησεν μίαν μόνον αὐτὴν ἐκείνην ἔστιν κλίνη: δύο δὲ τοιαῦται πλείους οὔτε ἐφυτεύθησαν ὑπὸ τοῦ θεοῦ οὔτε μὴ φυῶσιν.

πῶς δή; ἔφη.

ὅτι, ἦν δ᾽ ἐγώ, εἰ δύο μόνας ποιήσειεν, πάλιν ἂν μία ἀναφανείη ἧς ἐκεῖναι ἂν αὖ ἀμφότεραι τὸ εἶδος ἔχοιεν, καὶ εἴη ἂν ἔστιν κλίνη ἐκείνη ἀλλ᾽ οὐχ αἱ δύο.

ὀρθῶς, ἔφη. [597δ]

ταῦτα δὴ οἶμαι εἰδὼς θεός, βουλόμενος εἶναι ὄντως κλίνης ποιητὴς ὄντως οὔσης, ἀλλὰ μὴ κλίνης τινὸς μηδὲ κλινοποιός τις, μίαν φύσει αὐτὴν ἔφυσεν.

ἔοικεν.

βούλει οὖν τοῦτον μὲν φυτουργὸν τούτου προσαγορεύωμεν, τι τοιοῦτον;

δίκαιον γοῦν, ἔφη, ἐπειδήπερ φύσει γε καὶ τοῦτο καὶ τἆλλα πάντα πεποίηκεν.

τί δὲ τὸν τέκτονα; ἆρ᾽ οὐ δημιουργὸν κλίνης;

ναί.

καὶ τὸν ζωγράφον δημιουργὸν καὶ ποιητὴν τοῦ τοιούτου;

οὐδαμῶς.

ἀλλὰ τί αὐτὸν κλίνης φήσεις εἶναι; [597ε]

τοῦτο, δ᾽ ὅς, ἔμοιγε δοκεῖ μετριώτατ᾽ ἂν προσαγορεύεσθαι, μιμητὴς οὗ ἐκεῖνοι δημιουργοί.

εἶεν, ἦν δ᾽ ἐγώ: τὸν τοῦ τρίτου ἄρα γεννήματος ἀπὸ τῆς φύσεως μιμητὴν καλεῖς;

πάνυ μὲν οὖν, ἔφη.

τοῦτ᾽ ἄρα ἔσται καὶ τραγῳδοποιός, εἴπερ μιμητής ἐστι, τρίτος τις ἀπὸ βασιλέως καὶ τῆς ἀληθείας πεφυκώς, καὶ πάντες οἱ ἄλλοι μιμηταί.

κινδυνεύει.

τὸν μὲν δὴ μιμητὴν ὡμολογήκαμεν. εἰπὲ δέ μοι περὶ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (James Adam)
load focus English (1969)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: