previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[596α] βλεπόντων ἀμβλύτερον ὁρῶντες πρότεροι εἶδον.

ἔστιν, ἔφη, οὕτως: ἀλλὰ σοῦ παρόντος οὐδ᾽ ἂν προθυμηθῆναι οἷός τε εἴην εἰπεῖν, εἴ τί μοι καταφαίνεται, ἀλλ᾽ αὐτὸς ὅρα.

βούλει οὖν ἐνθένδε ἀρξώμεθα ἐπισκοποῦντες, ἐκ τῆς εἰωθυίας μεθόδου; εἶδος γάρ πού τι ἓν ἕκαστον εἰώθαμεν τίθεσθαι περὶ ἕκαστα τὰ πολλά, οἷς ταὐτὸν ὄνομα ἐπιφέρομεν. οὐ μανθάνεις;

μανθάνω.

θῶμεν δὴ καὶ νῦν ὅτι βούλει τῶν πολλῶν. οἷον, εἰ [596β] 'θέλεις, πολλαί πού εἰσι κλῖναι καὶ τράπεζαι.

πῶς δ᾽ οὔ;

ἀλλὰ ἰδέαι γέ που περὶ ταῦτα τὰ σκεύη δύο, μία μὲν κλίνης, μία δὲ τραπέζης.

ναί.

οὐκοῦν καὶ εἰώθαμεν λέγειν ὅτι δημιουργὸς ἑκατέρου τοῦ σκεύους πρὸς τὴν ἰδέαν βλέπων οὕτω ποιεῖ μὲν τὰς κλίνας, δὲ τὰς τραπέζας, αἷς ἡμεῖς χρώμεθα, καὶ τἆλλα κατὰ ταὐτά; οὐ γάρ που τήν γε ἰδέαν αὐτὴν δημιουργεῖ οὐδεὶς τῶν δημιουργῶν: πῶς γάρ;

οὐδαμῶς.

ἀλλ᾽ ὅρα δὴ καὶ τόνδε τίνα καλεῖς τὸν δημιουργόν. [596ξ]

τὸν ποῖον;

ὃς πάντα ποιεῖ, ὅσαπερ εἷς ἕκαστος τῶν χειροτεχνῶν.

δεινόν τινα λέγεις καὶ θαυμαστὸν ἄνδρα.

οὔπω γε, ἀλλὰ τάχα μᾶλλον φήσεις. αὐτὸς γὰρ οὗτος χειροτέχνης οὐ μόνον πάντα οἷός τε σκεύη ποιῆσαι, ἀλλὰ καὶ τὰ ἐκ τῆς γῆς φυόμενα ἅπαντα ποιεῖ καὶ ζῷα πάντα ἐργάζεται, τά τε ἄλλα καὶ ἑαυτόν, καὶ πρὸς τούτοις γῆν καὶ οὐρανὸν καὶ θεοὺς καὶ πάντα τὰ ἐν οὐρανῷ καὶ τὰ ἐν Ἅιδου ὑπὸ γῆς ἅπαντα ἐργάζεται. [596δ]

πάνυ θαυμαστόν, ἔφη, λέγεις σοφιστήν.

ἀπιστεῖς; ἦν δ᾽ ἐγώ. καί μοι εἰπέ, τὸ παράπαν οὐκ ἄν σοι δοκεῖ εἶναι τοιοῦτος δημιουργός, τινὶ μὲν τρόπῳ γενέσθαι ἂν τούτων ἁπάντων ποιητής, τινὶ δὲ οὐκ ἄν; οὐκ αἰσθάνῃ ὅτι κἂν αὐτὸς οἷός τ᾽ εἴης πάντα ταῦτα ποιῆσαι τρόπῳ γέ τινι;

καὶ τίς, ἔφη, τρόπος οὗτος;

οὐ χαλεπός, ἦν δ᾽ ἐγώ, ἀλλὰ πολλαχῇ καὶ ταχὺ δημιουργούμενος, τάχιστα δέ που, εἰ 'θέλεις λαβὼν κάτοπτρον [596ε] περιφέρειν πανταχῇ: ταχὺ μὲν ἥλιον ποιήσεις καὶ τὰ ἐν τῷ οὐρανῷ, ταχὺ δὲ γῆν, ταχὺ δὲ σαυτόν τε καὶ τἆλλα ζῷα καὶ σκεύη καὶ φυτὰ καὶ πάντα ὅσα νυνδὴ ἐλέγετο.

ναί, ἔφη, φαινόμενα, οὐ μέντοι ὄντα γέ που τῇ ἀληθείᾳ.

καλῶς, ἦν δ᾽ ἐγώ, καὶ εἰς δέον ἔρχῃ τῷ λόγῳ. τῶν τοιούτων γὰρ οἶμαι δημιουργῶν καὶ ζωγράφος ἐστίν. γάρ;

πῶς γὰρ οὔ;

ἀλλὰ φήσεις οὐκ ἀληθῆ οἶμαι αὐτὸν ποιεῖν ποιεῖ. καίτοι τρόπῳ γέ τινι καὶ ζωγράφος κλίνην ποιεῖ: οὔ;

ναί, ἔφη, φαινομένην γε καὶ οὗτος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (James Adam)
load focus English (1969)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: