previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[354α]

ἀλλὰ μὴν γε εὖ ζῶν μακάριός τε καὶ εὐδαίμων, δὲ μὴ τἀναντία.

πῶς γὰρ οὔ;

μὲν δίκαιος ἄρα εὐδαίμων, δ᾽ ἄδικος ἄθλιος.

ἔστω, ἔφη.

ἀλλὰ μὴν ἄθλιόν γε εἶναι οὐ λυσιτελεῖ, εὐδαίμονα δέ.

πῶς γὰρ οὔ;

οὐδέποτ᾽ ἄρα, μακάριε Θρασύμαχε, λυσιτελέστερον ἀδικία δικαιοσύνης.

ταῦτα δή σοι, ἔφη, Σώκρατες, εἱστιάσθω ἐν τοῖς Βενδιδίοις.

ὑπὸ σοῦ γε, ἦν δ᾽ ἐγώ, Θρασύμαχε, ἐπειδή μοι πρᾷος ἐγένου καὶ χαλεπαίνων ἐπαύσω. οὐ μέντοι καλῶς γε [354β] εἱστίαμαι, δι᾽ ἐμαυτὸν ἀλλ᾽ οὐ διὰ σέ: ἀλλ᾽ ὥσπερ οἱ λίχνοι τοῦ ἀεὶ παραφερομένου ἀπογεύονται ἁρπάζοντες, πρὶν τοῦ προτέρου μετρίως ἀπολαῦσαι, καὶ ἐγώ μοι δοκῶ οὕτω, πρὶν τὸ πρῶτον ἐσκοποῦμεν εὑρεῖν, τὸ δίκαιον ὅτι ποτ᾽ ἐστίν, ἀφέμενος ἐκείνου ὁρμῆσαι ἐπὶ τὸ σκέψασθαι περὶ αὐτοῦ εἴτε κακία ἐστὶν καὶ ἀμαθία, εἴτε σοφία καὶ ἀρετή, καὶ ἐμπεσόντος αὖ ὕστερον λόγου, ὅτι λυσιτελέστερον ἀδικία τῆς δικαιοσύνης, οὐκ ἀπεσχόμην τὸ μὴ οὐκ ἐπὶ τοῦτο ἐλθεῖν ἀπ᾽ ἐκείνου, ὥστε μοι νυνὶ γέγονεν ἐκ τοῦ διαλόγου μηδὲν [354ξ] εἰδέναι: ὁπότε γὰρ τὸ δίκαιον μὴ οἶδα ἐστιν, σχολῇ εἴσομαι εἴτε ἀρετή τις οὖσα τυγχάνει εἴτε καὶ οὔ, καὶ πότερον ἔχων αὐτὸ οὐκ εὐδαίμων ἐστὶν εὐδαίμων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (James Adam)
load focus English (1969)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: