previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[348α]

ἤκουσας, ἦν δ᾽ ἐγώ, ὅσα ἄρτι Θρασύμαχος ἀγαθὰ διῆλθεν τῷ τοῦ ἀδίκου;

ἤκουσα, ἔφη, ἀλλ᾽ οὐ πείθομαι.

βούλει οὖν αὐτὸν πείθωμεν, ἂν δυνώμεθά πῃ ἐξευρεῖν, ὡς οὐκ ἀληθῆ λέγει;

πῶς γὰρ οὐ βούλομαι; δ᾽ ὅς.

ἂν μὲν τοίνυν, ἦν δ᾽ ἐγώ, ἀντικατατείναντες λέγωμεν αὐτῷ λόγον παρὰ λόγον, ὅσα αὖ ἀγαθὰ ἔχει τὸ δίκαιον εἶναι, καὶ αὖθις οὗτος, καὶ ἄλλον ἡμεῖς, ἀριθμεῖν δεήσει [348β] τἀγαθὰ καὶ μετρεῖν ὅσα ἑκάτεροι ἐν ἑκατέρῳ λέγομεν, καὶ ἤδη δικαστῶν τινων τῶν διακρινούντων δεησόμεθα: ἂν δὲ ὥσπερ ἄρτι ἀνομολογούμενοι πρὸς ἀλλήλους σκοπῶμεν, ἅμα αὐτοί τε δικασταὶ καὶ ῥήτορες ἐσόμεθα.

πάνυ μὲν οὖν, ἔφη.

ὁποτέρως οὖν σοι, ἦν δ᾽ ἐγώ, ἀρέσκει.

οὕτως, ἔφη.

ἴθι δή, ἦν δ᾽ ἐγώ, Θρασύμαχε, ἀπόκριναι ἡμῖν ἐξ ἀρχῆς. τὴν τελέαν ἀδικίαν τελέας οὔσης δικαιοσύνης λυσιτελεστέραν φῂς εἶναι; [348ξ]

πάνυ μὲν οὖν καὶ φημί, ἔφη, καὶ δι᾽ , εἴρηκα.

φέρε δή, τὸ τοιόνδε περὶ αὐτῶν πῶς λέγεις; τὸ μέν που ἀρετὴν αὐτοῖν καλεῖς, τὸ δὲ κακίαν;

πῶς γὰρ οὔ;

οὐκοῦν τὴν μὲν δικαιοσύνην ἀρετήν, τὴν δὲ ἀδικίαν κακίαν;

εἰκός γ᾽, ἔφη, ἥδιστε, ἐπειδή γε καὶ λέγω ἀδικίαν μὲν λυσιτελεῖν, δικαιοσύνην δ᾽ οὔ.

ἀλλὰ τί μήν;

τοὐναντίον, δ᾽ ὅς.

τὴν δικαιοσύνην κακίαν;

οὔκ, ἀλλὰ πάνυ γενναίαν εὐήθειαν. [348δ]

τὴν ἀδικίαν ἄρα κακοήθειαν καλεῖς;

οὔκ, ἀλλ᾽ εὐβουλίαν, ἔφη.

καὶ φρόνιμοί σοι, Θρασύμαχε, δοκοῦσιν εἶναι καὶ ἀγαθοὶ οἱ ἄδικοι;

οἵ γε τελέως, ἔφη, οἷοί τε ἀδικεῖν, πόλεις τε καὶ ἔθνη δυνάμενοι ἀνθρώπων ὑφ᾽ ἑαυτοὺς ποιεῖσθαι: σὺ δὲ οἴει με ἴσως τοὺς τὰ βαλλάντια ἀποτέμνοντας λέγειν. λυσιτελεῖ μὲν οὖν, δ᾽ ὅς, καὶ τὰ τοιαῦτα, ἐάνπερ λανθάνῃ: ἔστι δὲ οὐκ ἄξια λόγου, ἀλλ᾽ νυνδὴ ἔλεγον. [348ε]

τοῦτο μέν, ἔφην, οὐκ ἀγνοῶ βούλει λέγειν, ἀλλὰ τόδε ἐθαύμασα, εἰ ἐν ἀρετῆς καὶ σοφίας τιθεῖς μέρει τὴν ἀδικίαν, τὴν δὲ δικαιοσύνην ἐν τοῖς ἐναντίοις.

ἀλλὰ πάνυ οὕτω τίθημι.

τοῦτο, ἦν δ᾽ ἐγώ, ἤδη στερεώτερον, ἑταῖρε, καὶ οὐκέτι ῥᾴδιον ἔχειν ὅτι τις εἴπῃ. εἰ γὰρ λυσιτελεῖν μὲν τὴν ἀδικίαν ἐτίθεσο, κακίαν μέντοι αἰσχρὸν αὐτὸ ὡμολόγεις εἶναι ὥσπερ ἄλλοι τινές, εἴχομεν ἄν τι λέγειν κατὰ τὰ νομιζόμενα λέγοντες: νῦν δὲ δῆλος εἶ ὅτι φήσεις αὐτὸ καὶ καλὸν καὶ ἰσχυρὸν εἶναι καὶ τἆλλα αὐτῷ πάντα προσθήσεις

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (James Adam)
load focus English (1969)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: