previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[328α]

καὶ Ἀδείμαντος, ἆρά γε, δ᾽ ὅς, οὐδ᾽ ἴστε ὅτι λαμπὰς ἔσται πρὸς ἑσπέραν ἀφ᾽ ἵππων τῇ θεῷ;

ἀφ᾽ ἵππων; ἦν δ᾽ ἐγώ: καινόν γε τοῦτο. λαμπάδια ἔχοντες διαδώσουσιν ἀλλήλοις ἁμιλλώμενοι τοῖς ἵπποις; πῶς λέγεις;

οὕτως, ἔφη Πολέμαρχος. καὶ πρός γε παννυχίδα ποιήσουσιν, ἣν ἄξιον θεάσασθαι: ἐξαναστησόμεθα γὰρ μετὰ τὸ δεῖπνον καὶ τὴν παννυχίδα θεασόμεθα. καὶ συνεσόμεθά τε πολλοῖς τῶν νέων αὐτόθι καὶ διαλεξόμεθα. ἀλλὰ μένετε [328β] καὶ μὴ ἄλλως ποιεῖτε.

καὶ Γλαύκων, ἔοικεν, ἔφη, μενετέον εἶναι.

ἀλλ᾽ εἰ δοκεῖ, ἦν δ᾽ ἐγώ, οὕτω χρὴ ποιεῖν.

ἦιμεν οὖν οἴκαδε εἰς τοῦ Πολεμάρχου, καὶ Λυσίαν τε αὐτόθι κατελάβομεν καὶ Εὐθύδημον, τοὺς τοῦ Πολεμάρχου ἀδελφούς, καὶ δὴ καὶ Θρασύμαχον τὸν Καλχηδόνιον καὶ Χαρμαντίδην τὸν Παιανιᾶ καὶ Κλειτοφῶντα τὸν Ἀριστωνύμου: ἦν δ᾽ ἔνδον καὶ πατὴρ τοῦ Πολεμάρχου Κέφαλος. καὶ μάλα πρεσβύτης μοι ἔδοξεν εἶναι: διὰ χρόνου γὰρ καὶ [328ξ] ἑωράκη αὐτόν. καθῆστο δὲ ἐστεφανωμένος ἐπί τινος προσκεφαλαίου τε καὶ δίφρου: τεθυκὼς γὰρ ἐτύγχανεν ἐν τῇ αὐλῇ. ἐκαθεζόμεθα οὖν παρ᾽ αὐτόν: ἔκειντο γὰρ δίφροι τινὲς αὐτόθι κύκλῳ.

εὐθὺς οὖν με ἰδὼν Κέφαλος ἠσπάζετό τε καὶ εἶπεν: Σώκρατες, οὐ δὲ θαμίζεις ἡμῖν καταβαίνων εἰς τὸν Πειραιᾶ. χρῆν μέντοι. εἰ μὲν γὰρ ἐγὼ ἔτι ἐν δυνάμει τοῦ ῥᾳδίως πορεύεσθαι πρὸς τὸ ἄστυ, οὐδὲν ἂν σὲ ἔδει δεῦρο [328δ] ἰέναι, ἀλλ᾽ ἡμεῖς ἂν παρὰ σὲ ᾖμεν: νῦν δέ σε χρὴ πυκνότερον δεῦρο ἰέναι. ὡς εὖ ἴσθι ὅτι ἔμοιγε ὅσον αἱ ἄλλαι αἱ κατὰ τὸ σῶμα ἡδοναὶ ἀπομαραίνονται, τοσοῦτον αὔξονται αἱ περὶ τοὺς λόγους ἐπιθυμίαι τε καὶ ἡδοναί. μὴ οὖν ἄλλως ποίει, ἀλλὰ τοῖσδέ τε τοῖς νεανίσκοις σύνισθι καὶ δεῦρο παρ᾽ ἡμᾶς φοίτα ὡς παρὰ φίλους τε καὶ πάνυ οἰκείους.

καὶ μήν, ἦν δ᾽ ἐγώ, Κέφαλε, χαίρω γε διαλεγόμενος [328ε] τοῖς σφόδρα πρεσβύταις: δοκεῖ γάρ μοι χρῆναι παρ᾽ αὐτῶν πυνθάνεσθαι, ὥσπερ τινὰ ὁδὸν προεληλυθότων ἣν καὶ ἡμᾶς ἴσως δεήσει πορεύεσθαι, ποία τίς ἐστιν, τραχεῖα καὶ χαλεπή, ῥᾳδία καὶ εὔπορος. καὶ δὴ καὶ σοῦ ἡδέως ἂν πυθοίμην ὅτι σοι φαίνεται τοῦτο, ἐπειδὴ ἐνταῦθα ἤδη εἶ τῆς ἡλικίας δὴἐπὶ γήραος οὐδῷφασιν εἶναι οἱ ποιηταί, πότερον χαλεπὸν τοῦ βίου, πῶς σὺ αὐτὸ ἐξαγγέλλεις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (James Adam)
load focus English (1969)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: