[537β]
ἀρκεῖ. ταῦτα δή, ὦ Ἴων, τὰ ἔπη εἴτε ὀρθῶς λέγει Ὅμηρος εἴτε μή, πότερος ἂν γνοίη ἄμεινον, ἰατρὸς ἢ ἡνίοχος;Ἴων
Ἡνίοχος δήπου.Σωκράτης
πότερον ὅτι τέχνην ταύτην ἔχει ἢ κατ᾽ ἄλλο τι;Ἴων
οὔκ, ἀλλ᾽ ὅτι τέχνην.Σωκράτης
οὐκοῦν ἑκάστῃ τῶν τεχνῶν ἀποδέδοταί τι ὑπὸ τοῦ θεοῦ ἔργον οἵᾳ τε εἶναι γιγνώσκειν; οὐ γάρ που ἃ κυβερνητικῇ γιγνώσκομεν, γνωσόμεθα καὶ ἰατρικῇ.Ἴων
οὐ δῆτα.Σωκράτης
οὐδέ γε ἃ ἰατρικῇ, ταῦτα καὶ τεκτονικῇ.Ἴων
Σωκράτης“ἦκ᾽ ἐπ᾽ ἀριστερὰ τοῖιν: ἀτὰρ τὸν δεξιὸν ἵππον
κένσαι ὁμοκλήσας, εἶξαί τέ οἱ ἡνία χερσίν.
ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω,
ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι
κύκλου ποιητοῖο: λίθου δ᾽ ἀλέασθαι ἐπαυρεῖν.
”