[302ε]
εἰσι, διὰ τοῦτο ἐλέγετο καλὰς αὐτὰς εἶναι.Ἱππίας
καὶ ἐρρήθη οὕτως.Σωκράτης
σκόπει δὲ εἰ ἀληθῆ λέγω. ἐλέγετο γάρ, ὡς ἐγὼ μνήμης ἔχω, τοῦτ᾽ εἶναι καλὸν τὸ ἡδύ, οὐ πᾶν, ἀλλ᾽ ὃ ἂν δι᾽ ὄψεως καὶ ἀκοῆς ᾖ.Ἱππίας
ἀληθῆ.Σωκράτης
οὐκοῦν τοῦτό γε τὸ πάθος ἀμφοτέραις μὲν ἕπεται, ἑκατέρᾳ δ᾽ οὔ; οὐ γάρ που ἑκάτερόν γε αὐτῶν, ὅπερ ἐν τοῖς πρόσθεν ἐλέγετο, δι᾽ ἀμφοτέρων ἐστίν, ἀλλ᾽ ἀμφότερα μὲν δι᾽ ἀμφοῖν, ἑκάτερον δ᾽ οὔ: ἔστι ταῦτα;Ἱππίας
ἔστιν.Σωκράτης
οὐκ ἄρα τούτῳ γε ἑκάτερον αὐτῶν ἐστι καλόν, ὃ μὴ ἕπεται ἑκατέρῳ (τὸ γὰρ ἀμφότερον ἑκατέρῳ οὐχ ἕπεται) ὥστε ἀμφότερα μὲν αὐτὰ φάναι καλὰ κατὰ τὴν ὑπόθεσιν ἔξεστιν, ἑκάτερον δὲ οὐκ