[295ε]
καὶ ὁπότε χρήσιμον καλόν φαμεν εἶναι, τὸ δὲ ταύτῃ πάντῃ ἄχρηστον αἰσχρόν: ἆρ᾽ οὐ καὶ σοὶ δοκεῖ οὕτως, ὦ Ἱππία;Ἱππίας
ἔμοιγε.Σωκράτης
ὀρθῶς ἄρα νῦν λέγομεν ὅτι τυγχάνει παντὸς ὂν μᾶλλον καλὸν τὸ χρήσιμον;Ἱππίας
ὀρθῶς μέντοι, ὦ Σώκρατες.Σωκράτης
οὐκοῦν τὸ δυνατὸν ἕκαστον ἀπεργάζεσθαι, εἰς ὅπερ δυνατόν, εἰς τοῦτο καὶ χρήσιμον, τὸ δὲ ἀδύνατον ἄχρηστον;Ἱππίας
πάνυ γε.Σωκράτης
δύναμις μὲν ἄρα καλόν, ἀδυναμία δὲ αἰσχρόν;Ἱππίας
σφόδρα γε. τά τε γοῦν ἄλλα,