[85ξ]
Μένων
οὔκ, ἀλλ᾽ ἑαυτοῦ.Σωκράτης
καὶ μὴν οὐκ ᾔδει γε, ὡς ἔφαμεν ὀλίγον πρότερον.Μένων
ἀληθῆ λέγεις.Σωκράτης
ἐνῆσαν δέ γε αὐτῷ αὗται αἱ δόξαι: ἢ οὔ;Μένων
ναί.Σωκράτης
τῷ οὐκ εἰδότι ἄρα περὶ ὧν ἂν μὴ εἰδῇ ἔνεισιν ἀληθεῖς δόξαι περὶ τούτων ὧν οὐκ οἶδε;Μένων
φαίνεται.Σωκράτης
καὶ νῦν μέν γε αὐτῷ ὥσπερ ὄναρ ἄρτι ἀνακεκίνηνται αἱ δόξαι αὗται: εἰ δὲ αὐτόν τις ἀνερήσεται πολλάκις τὰ αὐτὰ ταῦτα καὶ πολλαχῇ, οἶσθ᾽ ὅτι τελευτῶν οὐδενὸς ἧττον ἀκριβῶς