previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[72α] δούλου. καὶ ἄλλαι πάμπολλαι ἀρεταί εἰσιν, ὥστε οὐκ ἀπορία εἰπεῖν ἀρετῆς πέρι ὅτι ἐστίν: καθ᾽ ἑκάστην γὰρ τῶν πράξεων καὶ τῶν ἡλικιῶν πρὸς ἕκαστον ἔργον ἑκάστῳ ἡμῶν ἀρετή ἐστιν, ὡσαύτως δὲ οἶμαι, Σώκρατες, καὶ κακία.

Σωκράτης
πολλῇ γέ τινι εὐτυχίᾳ ἔοικα κεχρῆσθαι, Μένων, εἰ μίαν ζητῶν ἀρετὴν σμῆνός τι ἀνηύρηκα ἀρετῶν παρὰ σοὶ κείμενον. ἀτάρ, Μένων, κατὰ ταύτην τὴν εἰκόνα τὴν [72β] περὶ τὰ σμήνη, εἴ μου ἐρομένου μελίττης περὶ οὐσίας ὅτι ποτ᾽ ἐστίν, πολλὰς καὶ παντοδαπὰς ἔλεγες αὐτὰς εἶναι, τί ἂν ἀπεκρίνω μοι, εἴ σε ἠρόμην: ‘ἆρα τούτῳ φῂς πολλὰς καὶ παντοδαπὰς εἶναι καὶ διαφερούσας ἀλλήλων, τῷ μελίττας εἶναι; τούτῳ μὲν οὐδὲν διαφέρουσιν, ἄλλῳ δέ τῳ, οἷον κάλλει μεγέθει ἄλλῳ τῳ τῶν τοιούτων;’ εἰπέ, τί ἂν ἀπεκρίνω οὕτως ἐρωτηθείς;

Μένων
τοῦτ᾽ ἔγωγε, ὅτι οὐδὲν διαφέρουσιν, μέλιτται εἰσίν, ἑτέρα τῆς ἑτέρας. [72ξ]

Σωκράτης
εἰ οὖν εἶπον μετὰ ταῦτα: ‘τοῦτο τοίνυν μοι αὐτὸ εἰπέ, Μένων: οὐδὲν διαφέρουσιν ἀλλὰ ταὐτόν εἰσιν ἅπασαι, τί τοῦτο φῂς εἶναι;’ εἶχες δήπου ἄν τί μοι εἰπεῖν;

Μένων
ἔγωγε.

Σωκράτης
οὕτω δὴ καὶ περὶ τῶν ἀρετῶν: κἂν εἰ πολλαὶ καὶ παντοδαπαί εἰσιν, ἕν γέ τι εἶδος ταὐτὸν ἅπασαι ἔχουσιν δι᾽ εἰσὶν ἀρεταί, εἰς καλῶς που ἔχει ἀποβλέψαντα τὸν ἀποκρινόμενον τῷ ἐρωτήσαντι ἐκεῖνο δηλῶσαι, τυγχάνει [72δ] οὖσα ἀρετή: οὐ μανθάνεις ὅτι λέγω;

Μένων
δοκῶ γέ μοι μανθάνειν: οὐ μέντοι ὡς βούλομαί γέ πω κατέχω τὸ ἐρωτώμενον.

Σωκράτης
πότερον δὲ περὶ ἀρετῆς μόνον σοι οὕτω δοκεῖ, Μένων, ἄλλη μὲν ἀνδρὸς εἶναι, ἄλλη δὲ γυναικὸς καὶ τῶν ἄλλων, καὶ περὶ ὑγιείας καὶ περὶ μεγέθους καὶ περὶ ἰσχύος ὡσαύτως; ἄλλη μὲν ἀνδρὸς δοκεῖ σοι εἶναι ὑγίεια, ἄλλη δὲ γυναικός; ταὐτὸν πανταχοῦ εἶδός ἐστιν, ἐάνπερ ὑγίεια [72ε] , ἐάντε ἐν ἀνδρὶ ἐάντε ἐν ἄλλῳ ὁτῳοῦν ;

Μένων
αὐτή μοι δοκεῖ ὑγίειά γε εἶναι καὶ ἀνδρὸς καὶ γυναικός.

Σωκράτης
οὐκοῦν καὶ μέγεθος καὶ ἰσχύς; ἐάνπερ ἰσχυρὰ γυνὴ , τῷ αὐτῷ εἴδει καὶ τῇ αὐτῇ ἰσχύϊ ἰσχυρὰ ἔσται; τὸ γὰρ τῇ αὐτῇ τοῦτο λέγω: οὐδὲν διαφέρει πρὸς τὸ ἰσχὺς εἶναι ἰσχύς, ἐάντε ἐν ἀνδρὶ ἐάντε ἐν γυναικί. δοκεῖ τί σοι διαφέρειν;

Μένων
οὐκ ἔμοιγε.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: