previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[71α] ἐκ τῶνδε τῶν τόπων παρ᾽ ὑμᾶς οἴχεσθαι σοφία. εἰ γοῦν τινα ἐθέλεις οὕτως ἐρέσθαι τῶν ἐνθάδε, οὐδεὶς ὅστις οὐ γελάσεται καὶ ἐρεῖ: ‘ ξένε, κινδυνεύω σοι δοκεῖν μακάριός τις εἶναιἀρετὴν γοῦν εἴτε διδακτὸν εἴθ᾽ ὅτῳ τρόπῳ παραγίγνεται εἰδέναιἐγὼ δὲ τοσοῦτον δέω εἴτε διδακτὸν εἴτε μὴ διδακτὸν εἰδέναι, ὥστ᾽ οὐδὲ αὐτὸ ὅτι ποτ᾽ ἐστὶ τὸ παράπαν ἀρετὴ τυγχάνω εἰδώς.’ [71β]

ἐγὼ οὖν καὶ αὐτός, Μένων, οὕτως ἔχω: συμπένομαι τοῖς πολίταις τούτου τοῦ πράγματος, καὶ ἐμαυτὸν καταμέμφομαι ὡς οὐκ εἰδὼς περὶ ἀρετῆς τὸ παράπαν: δὲ μὴ οἶδα τί ἐστιν, πῶς ἂν ὁποῖόν γέ τι εἰδείην; δοκεῖ σοι οἷόν τε εἶναι, ὅστις Μένωνα μὴ γιγνώσκει τὸ παράπαν ὅστις ἐστίν, τοῦτον εἰδέναι εἴτε καλὸς εἴτε πλούσιος εἴτε καὶ γενναῖός ἐστιν, εἴτε καὶ τἀναντία τούτων; δοκεῖ σοι οἷόν τ᾽ εἶναι;

Μένων
οὐκ ἔμοιγε. ἀλλὰ σύ, Σώκρατες, ἀληθῶς [71ξ] οὐδ᾽ ὅτι ἀρετή ἐστιν οἶσθα, ἀλλὰ ταῦτα περὶ σοῦ καὶ οἴκαδε ἀπαγγέλλωμεν;

Σωκράτης
μὴ μόνον γε, ἑταῖρε, ἀλλὰ καὶ ὅτι οὐδ᾽ ἄλλῳ πω ἐνέτυχον εἰδότι, ὡς ἐμοὶ δοκῶ.

Μένων
τί δέ; Γοργίᾳ οὐκ ἐνέτυχες ὅτε ἐνθάδε ἦν;

Σωκράτης
ἔγωγε.

Μένων
εἶτα οὐκ ἐδόκει σοι εἰδέναι;

Σωκράτης
οὐ πάνυ εἰμὶ μνήμων, Μένων, ὥστε οὐκ ἔχω εἰπεῖν ἐν τῷ παρόντι πῶς μοι τότε ἔδοξεν. ἀλλ᾽ ἴσως ἐκεῖνός τε οἶδε, καὶ σὺ ἐκεῖνος ἔλεγε: ἀνάμνησον οὖν [71δ] με πῶς ἔλεγεν. εἰ δὲ βούλει, αὐτὸς εἰπέ: δοκεῖ γὰρ δήπου σοὶ ἅπερ ἐκείνῳ.

Μένων
ἔμοιγε.

Σωκράτης
ἐκεῖνον μὲν τοίνυν ἐῶμεν, ἐπειδὴ καὶ ἄπεστιν: σὺ δὲ αὐτός, πρὸς θεῶν, Μένων, τί φῂς ἀρετὴν εἶναι; εἶπον καὶ μὴ φθονήσῃς, ἵνα εὐτυχέστατον ψεῦσμα ἐψευσμένος , ἂν φανῇς σὺ μὲν εἰδὼς καὶ Γοργίας, ἐγὼ δὲ εἰρηκὼς μηδενὶ πώποτε εἰδότι ἐντετυχηκέναι. [71ε]

Μένων
ἀλλ᾽ οὐ χαλεπόν, Σώκρατες, εἰπεῖν. πρῶτον μέν, εἰ βούλει ἀνδρὸς ἀρετήν, ῥᾴδιον, ὅτι αὕτη ἐστὶν ἀνδρὸς ἀρετή, ἱκανὸν εἶναι τὰ τῆς πόλεως πράττειν, καὶ πράττοντα τοὺς μὲν φίλους εὖ ποιεῖν, τοὺς δ᾽ ἐχθροὺς κακῶς, καὶ αὐτὸν εὐλαβεῖσθαι μηδὲν τοιοῦτον παθεῖν. εἰ δὲ βούλει γυναικὸς ἀρετήν, οὐ χαλεπὸν διελθεῖν, ὅτι δεῖ αὐτὴν τὴν οἰκίαν εὖ οἰκεῖν, σῴζουσάν τε τὰ ἔνδον καὶ κατήκοον οὖσαν τοῦ ἀνδρός. καὶ ἄλλη ἐστὶν παιδὸς ἀρετή, καὶ θηλείας καὶ ἄρρενος, καὶ πρεσβυτέρου ἀνδρός, εἰ μὲν βούλει, ἐλευθέρου, εἰ δὲ βούλει,


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: