[488β]
μηκέτι ποτέ με νουθετήσῃς ὕστερον, ὡς μηδενὸς ἄξιον ὄντα. ἐξ ἀρχῆς δέ μοι ἐπανάλαβε πῶς φῂς τὸ δίκαιον ἔχειν καὶ σὺ καὶ Πίνδαρος τὸ κατὰ φύσιν; ἄγειν βίᾳ τὸν κρείττω τὰ τῶν ἡττόνων καὶ ἄρχειν τὸν βελτίω τῶν χειρόνων καὶ πλέον ἔχειν τὸν ἀμείνω τοῦ φαυλοτέρου; μή τι ἄλλο λέγεις τὸ δίκαιον εἶναι, ἢ ὀρθῶς μέμνημαι;Καλλίκλης
ἀλλὰ ταῦτα ἔλεγον καὶ τότε καὶ νῦν λέγω.Σωκράτης
πότερον δὲ τὸν αὐτὸν βελτίω καλεῖς σὺ καὶ κρείττω;
ἀλλὰ ταῦτα ἔλεγον καὶ τότε καὶ νῦν λέγω.Σωκράτης
πότερον δὲ τὸν αὐτὸν βελτίω καλεῖς σὺ καὶ κρείττω;