[476β]
Σωκράτης
ἔχεις οὖν λέγειν ὡς οὐχὶ τά γε δίκαια πάντα καλά ἐστιν, καθ᾽ ὅσον δίκαια; καὶ διασκεψάμενος εἰπέ.Πῶλος
ἀλλά μοι δοκεῖ, ὦ Σώκρατες.Σωκράτης
σκόπει δὴ καὶ τόδε: ἆρα εἴ τίς τι ποιεῖ, ἀνάγκη τι εἶναι καὶ πάσχον ὑπὸ τούτου τοῦ ποιοῦντος;Πῶλος
ἔμοιγε δοκεῖ.Σωκράτης
ἆρα τοῦτο πάσχον ὃ τὸ ποιοῦν ποιεῖ, καὶ τοιοῦτον οἷον ποιεῖ τὸ ποιοῦν; λέγω δὲ τὸ τοιόνδε: εἴ τις τύπτει, ἀνάγκη τι τύπτεσθαι;Πῶλος
ἀνάγκη.Σωκράτης
καὶ εἰ σφόδρα τύπτει ἢ ταχὺ ὁ