[470ε]
Πῶλος
τί δέ; συγγενόμενος ἂν γνοίης, ἄλλως δὲ αὐτόθεν οὐ γιγνώσκεις ὅτι εὐδαιμονεῖ;Σωκράτης
μὰ Δί᾽ οὐ δῆτα.Πῶλος
δῆλον δή, ὦ Σώκρατες, ὅτι οὐδὲ τὸν μέγαν βασιλέα γιγνώσκειν φήσεις εὐδαίμονα ὄντα.Σωκράτης
καὶ ἀληθῆ γε ἐρῶ: οὐ γὰρ οἶδα παιδείας ὅπως ἔχει καὶ δικαιοσύνης.Πῶλος
τί δέ; ἐν τούτῳ ἡ πᾶσα εὐδαιμονία ἐστίν;Σωκράτης
ὥς γε ἐγὼ λέγω, ὦ Πῶλε: τὸν μὲν γὰρ καλὸν καὶ ἀγαθὸν ἄνδρα καὶ γυναῖκα εὐδαίμονα εἶναί φημι, τὸν δὲ ἄδικον καὶ πονηρὸν ἄθλιον.