[470α]
Σωκράτης
ἔχεις οὖν εἰπεῖν δι᾽ ὅτι μέμφῃ τὴν τοιαύτην δύναμιν;Πῶλος
ἔγωγε.Σωκράτης
τί δή; λέγε.Πῶλος
ὅτι ἀναγκαῖον τὸν οὕτω πράττοντα ζημιοῦσθαί ἐστιν.Σωκράτης
τὸ δὲ ζημιοῦσθαι οὐ κακόν;Πῶλος
πάνυ γε.Σωκράτης
οὐκοῦν, ὦ θαυμάσιε, τὸ μέγα δύνασθαι πάλιν αὖ σοι φαίνεται, ἐὰν μὲν πράττοντι ἃ δοκεῖ ἕπηται τὸ ὠφελίμως πράττειν, ἀγαθόν τε εἶναι, καὶ τοῦτο, ὡς ἔοικεν, ἐστὶν τὸ μέγα δύνασθαι: εἰ δὲ μή, κακὸν καὶ σμικρὸν δύνασθαι.