‘
[469ε]
μέγα ἐγὼ δύναμαι ἐν τῇδε τῇ πόλει,’ εἰ οὖν ἀπιστοῦντί σοι δείξαιμι τὸ ἐγχειρίδιον, ἴσως ἂν εἴποις ἰδὼν ὅτι ‘ὦ Σώκρατες, οὕτω μὲν πάντες ἂν μέγα δύναιντο, ἐπεὶ κἂν ἐμπρησθείη οἰκία τούτῳ τῷ τρόπῳ ἥντινά σοι δοκοῖ, καὶ τά γε Ἀθηναίων νεώρια καὶ αἱ τριήρεις καὶ τὰ πλοῖα πάντα καὶ τὰ δημόσια καὶ τὰ ἴδια:’ ἀλλ᾽ οὐκ ἄρα τοῦτ᾽ ἔστιν τὸ μέγα δύνασθαι, τὸ ποιεῖν ἃ δοκεῖ αὐτῷ: ἢ δοκεῖ σοι;Πῶλος
οὐ δῆτα οὕτω γε.
οὐ δῆτα οὕτω γε.