[449α]
καὶ διὰ βραχέων ἀπεκρίνω, καὶ νῦν οὕτως εἰπὲ τίς ἡ τέχνη καὶ τίνα Γοργίαν καλεῖν χρὴ ἡμᾶς. μᾶλλον δέ, ὦ Γοργία, αὐτὸς ἡμῖν εἰπὲ τίνα σε χρὴ καλεῖν ὡς τίνος ἐπιστήμονα τέχνης.Γοργίας
τῆς ῥητορικῆς, ὦ Σώκρατες.Σωκράτης
ῥήτορα ἄρα χρή σε καλεῖν;Γοργίας
ἀγαθόν γε, ὦ Σώκρατες, εἰ δὴ ὅ γε εὔχομαι εἶναι, ὡς ἔφη Ὅμηρος, βούλει με καλεῖν.Σωκράτης
ἀλλὰ βούλομαι.Γοργίας
κάλει δή.
τῆς ῥητορικῆς, ὦ Σώκρατες.Σωκράτης
ῥήτορα ἄρα χρή σε καλεῖν;Γοργίας
ἀγαθόν γε, ὦ Σώκρατες, εἰ δὴ ὅ γε εὔχομαι εἶναι, ὡς ἔφη Ὅμηρος, βούλει με καλεῖν.Σωκράτης
ἀλλὰ βούλομαι.Γοργίας
κάλει δή.