previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[360α] ἀλλὰ ποτέρους φῂς εἰς τὸν πόλεμον οὐκ ἐθέλειν ἰέναι, καλὸν ὂν καὶ ἀγαθόν;

τοὺς δειλούς, δ᾽ ὅς.

οὐκοῦν, ἦν δ᾽ ἐγώ, εἴπερ καλὸν καὶ ἀγαθόν, καὶ ἡδύ;

ὡμολόγηται γοῦν, ἔφη.

ἆρ᾽ οὖν γιγνώσκοντες οἱ δειλοὶ οὐκ ἐθέλουσιν ἰέναι ἐπὶ τὸ κάλλιόν τε καὶ ἄμεινον καὶ ἥδιον;

ἀλλὰ καὶ τοῦτο ἐὰν ὁμολογῶμεν, ἔφη, διαφθεροῦμεν τὰς ἔμπροσθεν ὁμολογίας.

τί δ᾽ ἀνδρεῖος; οὐκ ἐπὶ τὸ κάλλιόν τε καὶ ἄμεινον καὶ ἥδιον ἔρχεται;

ἀνάγκη, ἔφη, ὁμολογεῖν.

οὐκοῦν ὅλως οἱ [360β] ἀνδρεῖοι οὐκ αἰσχροὺς φόβους φοβοῦνται, ὅταν φοβῶνται, οὐδὲ αἰσχρὰ θάρρη θαρροῦσιν;

ἀληθῆ, ἔφη.

εἰ δὲ μὴ αἰσχρά, ἆρ᾽ οὐ καλά;

ὡμολόγει.

εἰ δὲ καλά, καὶ ἀγαθά;

ναί.

οὐκοῦν καὶ οἱ δειλοὶ καὶ οἱ θρασεῖς καὶ οἱ μαινόμενοι τοὐναντίον αἰσχρούς τε φόβους φοβοῦνται καὶ αἰσχρὰ θάρρη θαρροῦσιν;

ὡμολόγει.

θαρροῦσιν δὲ τὰ αἰσχρὰ καὶ κακὰ δι᾽ ἄλλο τι δι᾽ ἄγνοιαν καὶ ἀμαθίαν;

οὕτως [360ξ] ἔχει, ἔφη.

τί οὖν; τοῦτο δι᾽ δειλοί εἰσιν οἱ δειλοί, δειλίαν ἀνδρείαν καλεῖς;

δειλίαν ἔγωγ᾽, ἔφη.

δειλοὶ δὲ οὐ διὰ τὴν τῶν δεινῶν ἀμαθίαν ἐφάνησαν ὄντες;

πάνυ γ᾽, ἔφη.

διὰ ταύτην ἄρα τὴν ἀμαθίαν δειλοί εἰσιν;

ὡμολόγει.

δι᾽ δὲ δειλοί εἰσιν, δειλία ὁμολογεῖται παρὰ σοῦ;

συνέφη.

οὐκοῦν τῶν δεινῶν καὶ μὴ δεινῶν ἀμαθία δειλία ἂν εἴη;

ἐπένευσε.

ἀλλὰ μήν, ἦν δ᾽ ἐγώ, ἐναντίον [360δ] ἀνδρεία δειλίᾳ.

ἔφη.

οὐκοῦν τῶν δεινῶν καὶ μὴ δεινῶν σοφία ἐναντία τῇ τούτων ἀμαθίᾳ ἐστίν;

καὶ ἐνταῦθα ἔτι ἐπένευσεν.

δὲ τούτων ἀμαθία δειλία;

πάνυ μόγις ἐνταῦθα ἐπένευσεν.

σοφία ἄρα τῶν δεινῶν καὶ μὴ δεινῶν ἀνδρεία ἐστίν, ἐναντία οὖσα τῇ τούτων ἀμαθίᾳ;

οὐκέτι ἐνταῦθα οὔτ᾽ ἐπινεῦσαι ἠθέλησεν ἐσίγα τε.

καὶ ἐγὼ εἶπον: τί δή, Πρωταγόρα, οὔτε σὺ φῂς ἐρωτῶ οὔτε ἀπόφῃς;

αὐτός, ἔφη, πέρανον.

ἕν γ᾽, ἔφην ἐγώ, μόνον [360ε] ἐρόμενος ἔτι σέ, εἴ σοι ὥσπερ τὸ πρῶτον ἔτι δοκοῦσιν εἶναί τινες ἄνθρωποι ἀμαθέστατοι μέν, ἀνδρειότατοι δέ.

φιλονικεῖν μοι, ἔφη, δοκεῖς, Σώκρατες, τὸ ἐμὲ εἶναι τὸν ἀποκρινόμενον: χαριοῦμαι οὖν σοι, καὶ λέγω ὅτι ἐκ τῶν ὡμολογημένων ἀδύνατόν μοι δοκεῖ εἶναι.

οὔτοι, ἦν δ᾽ ἐγώ, ἄλλου ἕνεκα ἐρωτῶ πάντα ταῦτα σκέψασθαι βουλόμενος πῶς ποτ᾽ ἔχει τὰ περὶ τῆς ἀρετῆς καὶ τί ποτ᾽ ἐστὶν αὐτό, ἀρετή. οἶδα γὰρ ὅτι τούτου φανεροῦ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: