[344ε]
τῷ δὲ κακῷ οὐκ ἐγχωρεῖ γενέσθαι, ἀλλ᾽ ἀεὶ εἶναι ἀνάγκη. ὥστε τὸν μὲν εὐμήχανον καὶ σοφὸν καὶ ἀγαθὸν ἐπειδὰν ἀμήχανος συμφορὰ καθέλῃ, “οὐκ ἔστι μὴ οὐ κακὸν ἔμμεναι”: σὺ δὲ φῄς, ὦ Πιττακέ, “χαλεπὸν ἐσθλὸν ἔμμεναι”: τὸ δ᾽ ἐστὶ γενέσθαι μὲν χαλεπόν, δυνατὸν δέ, ἐσθλόν, ἔμμεναι δὲ ἀδύνατον:
“πράξας μὲν γὰρ εὖ πᾶς ἀνὴρ ἀγαθός,
κακὸς δ᾽ εἰ κακῶς.
”Simonides Fr. 37.1.17