previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[333α] εἶναι;

φημί.

πότερον οὖν, Πρωταγόρα, λύσωμεν τῶν λόγων; τὸ ἓν ἑνὶ μόνον ἐναντίον εἶναι, ἐκεῖνον ἐν ἐλέγετο ἕτερον εἶναι σωφροσύνης σοφία, μόριον δὲ ἑκάτερον ἀρετῆς, καὶ πρὸς τῷ ἕτερον εἶναι καὶ ἀνόμοια καὶ αὐτὰ καὶ αἱ δυνάμεις αὐτῶν, ὥσπερ τὰ τοῦ προσώπου μόρια; πότερον οὖν δὴ λύσωμεν; οὗτοι γὰρ οἱ λόγοι ἀμφότεροι οὐ πάνυ μουσικῶς λέγονται: οὐ γὰρ συνᾴδουσιν οὐδὲ συναρμόττουσιν ἀλλήλοις. πῶς γὰρ ἂν συνᾴδοιεν, εἴπερ γε ἀνάγκη ἑνὶ [333β] μὲν ἓν μόνον ἐναντίον εἶναι, πλείοσιν δὲ μή, τῇ δὲ ἀφροσύνῃ ἑνὶ ὄντι σοφία ἐναντία καὶ σωφροσύνη αὖ φαίνεται: γάρ, Πρωταγόρα, ἔφην ἐγώ, ἄλλως πως;

ὡμολόγησεν καὶ μάλ᾽ ἀκόντως.

οὐκοῦν ἓν ἂν εἴη σωφροσύνη καὶ σοφία; τὸ δὲ πρότερον αὖ ἐφάνη ἡμῖν δικαιοσύνη καὶ ὁσιότης σχεδόν τι ταὐτὸν ὄν.

ἴθι δή, ἦν δ᾽ ἐγώ, Πρωταγόρα, μὴ ἀποκάμωμεν ἀλλὰ καὶ τὰ λοιπὰ διασκεψώμεθα. ἆρά τίς σοι δοκεῖ ἀδικῶν [333ξ] ἄνθρωπος σωφρονεῖν, ὅτι ἀδικεῖ;

αἰσχυνοίμην ἂν ἔγωγ᾽, ἔφη, Σώκρατες, τοῦτο ὁμολογεῖν, ἐπεὶ πολλοί γέ φασιν τῶν ἀνθρώπων.

πότερον οὖν πρὸς ἐκείνους τὸν λόγον ποιήσομαι, ἔφην, πρὸς σέ;

εἰ βούλει, ἔφη, πρὸς τοῦτον πρῶτον τὸν λόγον διαλέχθητι τὸν τῶν πολλῶν.

ἀλλ᾽ οὐδέν μοι διαφέρει, ἐὰν μόνον σύ γε ἀποκρίνῃ, εἴτ᾽ οὖν δοκεῖ σοι ταῦτα εἴτε μή: τὸν γὰρ λόγον ἔγωγε μάλιστα ἐξετάζω, συμβαίνει μέντοι ἴσως καὶ ἐμὲ τὸν ἐρωτῶντα καὶ τὸν ἀποκρινόμενον ἐξετάζεσθαι. [333δ]

τὸ μὲν οὖν πρῶτον ἐκαλλωπίζετο ἡμῖν Πρωταγόραςτὸν γὰρ λόγον ᾐτιᾶτο δυσχερῆ εἶναιἔπειτα μέντοι συνεχώρησεν ἀποκρίνεσθαι.

ἴθι δή, ἔφην ἐγώ, ἐξ ἀρχῆς μοι ἀπόκριναι. δοκοῦσί τινές σοι σωφρονεῖν ἀδικοῦντες;

ἔστω, ἔφη.

τὸ δὲ σωφρονεῖν λέγεις εὖ φρονεῖν;

ἔφη.

τὸ δ᾽ εὖ φρονεῖν εὖ βουλεύεσθαι, ὅτι ἀδικοῦσιν;

ἔστω, ἔφη.

πότερον, ἦν δ᾽ ἐγώ, εἰ εὖ πράττουσιν ἀδικοῦντες εἰ κακῶς;

εἰ εὖ.

λέγεις οὖν ἀγαθὰ ἄττα εἶναι;

λέγω.

ἆρ᾽ οὖν, ἦν δ᾽ ἐγώ, ταῦτ᾽ ἐστὶν ἀγαθὰ ἐστιν ὠφέλιμα τοῖς ἀνθρώποις; [333ε]

καὶ ναὶ μὰ Δί᾽, ἔφη, κἂν μὴ τοῖς ἀνθρώποις ὠφέλιμα , ἔγωγε καλῶ ἀγαθά.

καί μοι ἐδόκει Πρωταγόρας ἤδη τετραχύνθαι τε καὶ ἀγωνιᾶν καὶ παρατετάχθαι πρὸς τὸ ἀποκρίνεσθαι: ἐπειδὴ οὖν ἑώρων αὐτὸν οὕτως ἔχοντα, εὐλαβούμενος ἠρέμα ἠρόμην. πότερον, ἦν δ᾽ ἐγώ, λέγεις,


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: