previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[332α] ἔφη, οὕτως, οὐ μέντοι οὐδὲ αὖ ὡς σύ μοι δοκεῖς οἴεσθαι.

ἀλλὰ μήν, ἔφην ἐγώ, ἐπειδὴ δυσχερῶς δοκεῖς μοι ἔχειν πρὸς τοῦτο, τοῦτο μὲν ἐάσωμεν, τόδε δὲ ἄλλο ὧν ἔλεγες ἐπισκεψώμεθα. ἀφροσύνην τι καλεῖς;

ἔφη.

τούτῳ τῷ πράγματι οὐ πᾶν τοὐναντίον ἐστὶν σοφία;

ἔμοιγε δοκεῖ, ἔφη.

πότερον δὲ ὅταν πράττωσιν ἅνθρωποι ὀρθῶς τε καὶ ὠφελίμως, τότε σωφρονεῖν σοι δοκοῦσιν οὕτω πράττοντες, εἰ τοὐναντίον ἔπραττον;

σωφρονεῖν, ἔφη.

οὐκοῦν [332β] σωφροσύνῃ σωφρονοῦσιν;

ἀνάγκη.

οὐκοῦν οἱ μὴ ὀρθῶς πράττοντες ἀφρόνως πράττουσιν καὶ οὐ σωφρονοῦσιν οὕτω πράττοντες;

συνδοκεῖ μοι, ἔφη.

τοὐναντίον ἄρα ἐστὶν τὸ ἀφρόνως πράττειν τῷ σωφρόνως;

ἔφη.

οὐκοῦν τὰ μὲν ἀφρόνως πραττόμενα ἀφροσύνῃ πράττεται, τὰ δὲ σωφρόνως σωφροσύνῃ;

ὡμολόγει.

οὐκοῦν εἴ τι ἰσχύϊ πράττεται, ἰσχυρῶς πράττεται, καὶ εἴ τι ἀσθενείᾳ, ἀσθενῶς;

ἐδόκει.

καὶ εἴ τι μετὰ τάχους, ταχέως, καὶ εἴ τι μετὰ βραδυτῆτος, [332ξ] βραδέως;

ἔφη.

καὶ εἴ τι δὴ ὡσαύτως πράττεται, ὑπὸ τοῦ αὐτοῦ πράττεται, καὶ εἴ τι ἐναντίως, ὑπὸ τοῦ ἐναντίου;

συνέφη.

φέρε δή, ἦν δ᾽ ἐγώ, ἔστιν τι καλόν;

συνεχώρει.

τούτῳ ἔστιν τι ἐναντίον πλὴν τὸ αἰσχρόν;

οὐκ ἔστιν.

τί δέ; ἔστιν τι ἀγαθόν;

ἔστιν.

τούτῳ ἔστιν τι ἐναντίον πλὴν τὸ κακόν;

οὐκ ἔστιν.

τί δέ; ἔστιν τι ὀξὺ ἐν φωνῇ;

ἔφη.

τούτῳ μὴ ἔστιν τι ἐναντίον ἄλλο πλὴν τὸ βαρύ;

οὐκ ἔφη.

οὐκοῦν, ἦν δ᾽ ἐγώ, ἑνὶ ἑκάστῳ τῶν ἐναντίων ἓν μόνον ἐστὶν ἐναντίον καὶ οὐ πολλά;

συνωμολόγει. [332δ]

ἴθι δή, ἦν δ᾽ ἐγώ, ἀναλογισώμεθα τὰ ὡμολογημένα ἡμῖν. ὡμολογήκαμεν ἓν ἑνὶ μόνον ἐναντίον εἶναι, πλείω δὲ μή;

ὡμολογήκαμεν.

τὸ δὲ ἐναντίως πραττόμενον ὑπὸ ἐναντίων πράττεσθαι;

ἔφη.

ὡμολογήκαμεν δὲ ἐναντίως πράττεσθαι ἂν ἀφρόνως πράττηται τῷ σωφρόνως πραττομένῳ;

ἔφη.

τὸ δὲ σωφρόνως πραττόμενον ὑπὸ σωφροσύνης πράττεσθαι, τὸ δὲ ἀφρόνως ὑπὸ ἀφροσύνης; [332ε]

συνεχώρει.

οὐκοῦν εἴπερ ἐναντίως πράττεται, ὑπὸ ἐναντίου πράττοιτ᾽ ἄν;

ναί.

πράττεται δὲ τὸ μὲν ὑπὸ σωφροσύνης, τὸ δὲ ὑπὸ ἀφροσύνης;

ναί.

ἐναντίως;

πάνυ γε.

οὐκοῦν ὑπὸ ἐναντίων ὄντων;

ναί.

ἐναντίον ἄρ᾽ ἐστὶν ἀφροσύνη σωφροσύνης;

φαίνεται.

μέμνησαι οὖν ὅτι ἐν τοῖς ἔμπροσθεν ὡμολόγηται ἡμῖν ἀφροσύνη σοφίᾳ ἐναντίον εἶναι;

συνωμολόγει.

ἓν δὲ ἑνὶ μόνον ἐναντίον


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: