previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[315α] ὁμομήτριος, Πάραλος Περικλέους, καὶ Χαρμίδης Γλαύκωνος, ἐκ δὲ τοῦ ἐπὶ θάτερα ἕτερος τῶν Περικλέους Ξάνθιππος, καὶ Φιλιππίδης Φιλομήλου καὶ Ἀντίμοιρος Μενδαῖος, ὅσπερ εὐδοκιμεῖ μάλιστα τῶν Πρωταγόρου μαθητῶν καὶ ἐπὶ τέχνῃ μανθάνει, ὡς σοφιστὴς ἐσόμενος. τούτων δὲ οἳ ὄπισθεν ἠκολούθουν ἐπακούοντες τῶν λεγομένων τὸ μὲν πολὺ ξένοι ἐφαίνοντοοὓς ἄγει ἐξ ἑκάστων τῶν πόλεων Πρωταγόρας, δι᾽ ὧν διεξέρχεται, κηλῶν τῇ φωνῇ ὥσπερ [315β] Ὀρφεύς, οἱ δὲ κατὰ τὴν φωνὴν ἕπονται κεκηλημένοιἦσαν δέ τινες καὶ τῶν ἐπιχωρίων ἐν τῷ χορῷ. τοῦτον τὸν χορὸν μάλιστα ἔγωγε ἰδὼν ἥσθην, ὡς καλῶς ηὐλαβοῦντο μηδέποτε ἐμποδὼν ἐν τῷ πρόσθεν εἶναι Πρωταγόρου, ἀλλ᾽ ἐπειδὴ αὐτὸς ἀναστρέφοι καὶ οἱ μετ᾽ ἐκείνου, εὖ πως καὶ ἐν κόσμῳ περιεσχίζοντο οὗτοι οἱ ἐπήκοοι ἔνθεν καὶ ἔνθεν, καὶ ἐν κύκλῳ περιιόντες ἀεὶ εἰς τὸ ὄπισθεν καθίσταντο κάλλιστα.

τὸν δὲ μετ᾽ εἰσενόησα,”Hom. Od. 11.601 ἔφη Ὅμηρος, Ἱππίαν τὸν [315ξ] Ἠλεῖον, καθήμενον ἐν τῷ κατ᾽ ἀντικρὺ προστῴῳ ἐν θρόνῳ: περὶ αὐτὸν δ᾽ ἐκάθηντο ἐπὶ βάθρων Ἐρυξίμαχός τε Ἀκουμενοῦ καὶ Φαῖδρος Μυρρινούσιος καὶ Ἄνδρων Ἀνδροτίωνος καὶ τῶν ξένων πολῖταί τε αὐτοῦ καὶ ἄλλοι τινές. ἐφαίνοντο δὲ περὶ φύσεώς τε καὶ τῶν μετεώρων ἀστρονομικὰ ἄττα διερωτᾶν τὸν Ἱππίαν, δ᾽ ἐν θρόνῳ καθήμενος ἑκάστοις αὐτῶν διέκρινεν καὶ διεξῄει τὰ ἐρωτώμενα.

καὶ μὲν δὴκαὶ ΤάνταλόνHom. Od. 11.582 γεεἰσεῖδονHom. Od. 11.582ἐπεδήμει [315δ] γὰρ ἄρα καὶ Πρόδικος Κεῖοςἦν δὲ ἐν οἰκήματί τινι, πρὸ τοῦ μὲν ὡς ταμιείῳ ἐχρῆτο Ἱππόνικος, νῦν δὲ ὑπὸ τοῦ πλήθους τῶν καταλυόντων Καλλίας καὶ τοῦτο ἐκκενώσας ξένοις κατάλυσιν πεποίηκεν. μὲν οὖν Πρόδικος ἔτι κατέκειτο, ἐγκεκαλυμμένος ἐν κῳδίοις τισὶν καὶ στρώμασιν καὶ μάλα πολλοῖς, ὡς ἐφαίνετο: παρεκάθηντο δὲ αὐτῷ ἐπὶ ταῖς πλησίον κλίναις Παυσανίας τε ἐκ Κεραμέων καὶ μετὰ Παυσανίου νέον τι ἔτι μειράκιον, ὡς μὲν ἐγᾦμαι καλόν τε [315ε] κἀγαθὸν τὴν φύσιν, τὴν δ᾽ οὖν ἰδέαν πάνυ καλός. ἔδοξα ἀκοῦσαι ὄνομα αὐτῷ εἶναι Ἀγάθωνα, καὶ οὐκ ἂν θαυμάζοιμι εἰ παιδικὰ Παυσανίου τυγχάνει ὤν. τοῦτό τ᾽ ἦν τὸ μειράκιον, καὶ τὼ Ἀδειμάντω ἀμφοτέρω, τε Κήπιδος καὶ Λευκολοφίδου, καὶ ἄλλοι τινὲς ἐφαίνοντο: περὶ δὲ ὧν διελέγοντο οὐκ ἐδυνάμην ἔγωγε μαθεῖν ἔξωθεν, καίπερ λιπαρῶς ἔχων ἀκούειν τοῦ Προδίκουπάσσοφος γάρ μοι δοκεῖ ἁνὴρ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: