[312ξ]
θεραπεῦσαι ἀνδρί, ὡς φῄς, σοφιστῇ: ὅτι δέ ποτε ὁ σοφιστής ἐστιν, θαυμάζοιμ᾽ ἂν εἰ οἶσθα. καίτοι εἰ τοῦτ᾽ ἀγνοεῖς, οὐδὲ ὅτῳ παραδίδως τὴν ψυχὴν οἶσθα, οὔτ᾽ εἰ ἀγαθῷ οὔτ᾽ εἰ κακῷ πράγματι.οἶμαί γ᾽, ἔφη, εἰδέναι.λέγε δή, τί ἡγῇ εἶναι τὸν σοφιστήν;ἐγὼ μέν, ἦ δ᾽ ὅς, ὥσπερ τοὔνομα λέγει, τοῦτον εἶναι τὸν τῶν σοφῶν ἐπιστήμονα.οὐκοῦν, ἦν δ᾽ ἐγώ, τοῦτο μὲν ἔξεστι λέγειν καὶ περὶ ζωγράφων καὶ περὶ τεκτόνων, ὅτι οὗτοί εἰσιν οἱ τῶν σοφῶν ἐπιστήμονες: ἀλλ᾽
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.