next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[309α]

Ἑταῖρος
πόθεν, Σώκρατες, φαίνῃ; δῆλα δὴ ὅτι ἀπὸ κυνηγεσίου τοῦ περὶ τὴν Ἀλκιβιάδου ὥραν; καὶ μήν μοι καὶ πρῴην ἰδόντι καλὸς μὲν ἐφαίνετο ἀνὴρ ἔτι, ἀνὴρ μέντοι, Σώκρατες, ὥς γ᾽ ἐν αὐτοῖς ἡμῖν εἰρῆσθαι, καὶ πώγωνος ἤδη ὑποπιμπλάμενος.

Σωκράτης
εἶτα τί τοῦτο; οὐ σὺ μέντοι Ὁμήρου ἐπαινέτης εἶ, [309β] ὃς ἔφη χαριεστάτην ἥβην εἶναι τοῦ πρῶτον ὑπηνήτου, ἣν νῦν Ἀλκιβιάδης ἔχει;

Ἑταῖρος
τί οὖν τὰ νῦν; παρ᾽ ἐκείνου φαίνῃ; καὶ πῶς πρός σε νεανίας διάκειται;

Σωκράτης
εὖ, ἔμοιγε ἔδοξεν, οὐχ ἥκιστα δὲ καὶ τῇ νῦν ἡμέρᾳ: καὶ γὰρ πολλὰ ὑπὲρ ἐμοῦ εἶπε βοηθῶν ἐμοί, καὶ οὖν καὶ ἄρτι ἀπ᾽ ἐκείνου ἔρχομαι. ἄτοπον μέντοι τί σοι ἐθέλω εἰπεῖν: παρόντος γὰρ ἐκείνου, οὔτε προσεῖχον τὸν νοῦν, ἐπελανθανόμην τε αὐτοῦ θαμά. [309ξ]

Ἑταῖρος
καὶ τί ἂν γεγονὸς εἴη περὶ σὲ κἀκεῖνον τοσοῦτον πρᾶγμα; οὐ γὰρ δήπου τινὶ καλλίονι ἐνέτυχες ἄλλῳ ἔν γε τῇδε τῇ πόλει.

Σωκράτης
καὶ πολύ γε.

Ἑταῖρος
τί φῄς; ἀστῷ ξένῳ;

Σωκράτης
ξένῳ.

Ἑταῖρος
ποδαπῷ;

Σωκράτης
Ἀβδηρίτῃ.

Ἑταῖρος
καὶ οὕτω καλός τις ξένος ἔδοξέν σοι εἶναι, ὥστε τοῦ Κλεινίου ὑέος καλλίων σοι φανῆναι;

Σωκράτης
πῶς δ᾽ οὐ μέλλει, μακάριε, τὸ σοφώτατον κάλλιον φαίνεσθαι;

Ἑταῖρος
ἀλλ᾽ σοφῷ τινι ἡμῖν, Σώκρατες, ἐντυχὼν πάρει; [309δ]

Σωκράτης
σοφωτάτῳ μὲν οὖν δήπου τῶν γε νῦν, εἴ σοι δοκεῖ σοφώτατος εἶναι Πρωταγόρας.

Ἑταῖρος
τί λέγεις; Πρωταγόρας ἐπιδεδήμηκεν;

Σωκράτης
τρίτην γε ἤδη ἡμέραν.

Ἑταῖρος
καὶ ἄρτι ἄρα ἐκείνῳ συγγεγονὼς ἥκεις;


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: