[300ξ]
καί μοι ἐδόκει ὑπεραγωνιᾶν ὁ Κτήσιππος διὰ τὰ παιδικά.ὅταν σιγᾷς, ἔφη ὁ Εὐθύδημος, οὐ πάντα σιγᾷς;ἔγωγε, ἦ δ᾽ ὅς.οὐκοῦν καὶ τὰ λέγοντα σιγᾷς, εἴπερ τῶν ἁπάντων ἐστὶν τὰ λεγόμενα.τί δέ; ἔφη ὁ Κτήσιππος, οὐ σιγᾷ πάντα;οὐ δήπου, ἔφη ὁ Εὐθύδημος.ἀλλ᾽ ἄρα, ὦ βέλτιστε, λέγει τὰ πάντα;τά γε δήπου λέγοντα.ἀλλά, ἦ δ᾽ ὅς, οὐ τοῦτο ἐρωτῶ, ἀλλὰ τὰ πάντα σιγᾷ ἢ λέγει;
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.