[298α]
γ᾽, ἔφην: ὁ μέν γε ἐμός, ὁ δὲ ἐκείνου.οὐκοῦν, ἦ δ᾽ ὅς, ἕτερος ἦν Χαιρέδημος τοῦ πατρός;τοὐμοῦ γ᾽, ἔφην ἐγώ.ἆρ᾽ οὖν πατὴρ ἦν ἕτερος ὢν πατρός; ἢ σὺ εἶ ὁ αὐτὸς τῷ λίθῳ;δέδοικα μὲν ἔγωγ᾽, ἔφην, μὴ φανῶ ὑπὸ σοῦ ὁ αὐτός: οὐ μέντοι μοι δοκῶ.οὐκοῦν ἕτερος εἶ, ἔφη, τοῦ λίθου;ἕτερος μέντοι.ἄλλο τι οὖν ἕτερος, ἦ δ᾽ ὅς, ὢν λίθου οὐ λίθος εἶ; καὶ ἕτερος ὢν χρυσοῦ οὐ χρυσὸς εἶ;ἔστι ταῦτα.οὔκουν καὶ ὁ Χαιρέδημος, ἔφη, ἕτερος ὢν πατρὸς οὐκ ἂν πατήρ ἐστιν.ἔοικεν, ἦν δ᾽ ἐγώ, οὐ πατὴρ εἶναι.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.