[297α]
πάνυ γε, ἦν δ᾽ ἐγώ, πάλαι. ἀλλ᾽ οὐ τοῦτο ἐρωτῶ: ἀλλ᾽ ὡς ἄδικοί εἰσιν οἱ ἀγαθοί, ποῦ ἐγὼ τοῦτο ἔμαθον;οὐδαμοῦ, ἔφη ὁ Διονυσόδωρος.οὐκ ἄρα ἐπίσταμαι, ἔφην, τοῦτο ἐγώ.διαφθείρεις, ἔφη, τὸν λόγον, ὁ Εὐθύδημος πρὸς τὸν Διονυσόδωρον, καὶ φανήσεται οὑτοσὶ οὐκ ἐπιστάμενος, καὶ ἐπιστήμων ἅμα ὢν καὶ ἀνεπιστήμων. καὶ ὁ Διονυσόδωρος ἠρυθρίασεν.ἀλλὰ σύ, ἦν δ᾽ ἐγώ, πῶς λέγεις, ὦ Εὐθύδημε; οὐ δοκεῖ
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.