[296β]
οὔκουν ἡμᾶς γ᾽, ἔφη, ἀλλ᾽ εἴπερ, σέ. ἀλλ᾽ ἀποκρίνου: ἦ ἀεὶ τούτῳ ἐπίστασαι;ἀεί, ἦν δ᾽ ἐγώ, ἐπειδὴ δεῖ ἀφελεῖν τὸ ‘ὅταν.’οὐκοῦν ἀεὶ μὲν τούτῳ ἐπίστασαι: ἀεὶ δ᾽ ἐπιστάμενος πότερον τὰ μὲν τούτῳ ἐπίστασαι ᾧ ἐπίστασαι, τὰ δ᾽ ἄλλῳ, ἢ τούτῳ πάντα;τούτῳ, ἔφην ἐγώ, ἅπαντα, ἅ γ᾽ ἐπίσταμαι.τοῦτ᾽ ἐκεῖνο, ἔφη: ἥκει τὸ αὐτὸ παράφθεγμα.ἀλλ᾽ ἀφαιρῶ, ἔφην ἐγώ, τὸ ‘ἅ γ᾽ ἐπίσταμαι.’ἀλλὰ μηδὲ ἕν, ἔφη, ἀφέλῃς: οὐδὲν γάρ σου δέομαι.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.