[296α]
οὗτος αὖ, ἔφη, προσαποκρίνεται τοῖς ἐρωτωμένοις. οὐ γὰρ ἔγωγε ἐρωτῶ ὅτῳ, ἀλλ᾽ εἰ ἐπίστασαί τῳ.πλέον αὖ, ἔφην ἐγώ, τοῦ δέοντος ἀπεκρινάμην ὑπὸ ἀπαιδευσίας. ἀλλὰ συγγίγνωσκέ μοι: ἀποκρινοῦμαι γὰρ ἤδη ἁπλῶς ὅτι ἐπίσταμαί τῳ ἃ ἐπίσταμαι.πότερον, ἦ δ᾽ ὅς, τῷ αὐτῷ τούτῳ γ᾽ ἀεί, ἢ ἔστι μὲν ὅτε τούτῳ, ἔστιν δὲ ὅτε ἑτέρῳ;ἀεί, ὅταν ἐπίστωμαι, ἦν δ᾽ ἐγώ, τούτῳ.οὐκ αὖ, ἔφη, παύσῃ παραφθεγγόμενος;ἀλλ᾽ ὅπως μή τι ἡμᾶς σφήλῃ τὸ ‘ἀεὶ’ τοῦτο.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.