[293β]
πότερον δή σε, ἔφη, ὦ Σώκρατες, ταύτην τὴν ἐπιστήμην, περὶ ἣν πάλαι ἀπορεῖτε, διδάξω, ἢ ἐπιδείξω ἔχοντα;ὦ μακάριε, ἦν δ᾽ ἐγώ, ἔστι δὲ ἐπὶ σοὶ τοῦτο;πάνυ μὲν οὖν, ἔφη.ἐπίδειξον τοίνυν με νὴ Δί᾽, ἔφην ἐγώ, ἔχοντα: πολὺ γὰρ ῥᾷον ἢ μανθάνειν τηλικόνδε ἄνδρα.φέρε δή μοι ἀπόκριναι, ἔφη: ἔστιν ὅτι ἐπίστασαι;πάνυ γε, ἦν δ᾽ ἐγώ, καὶ πολλά, σμικρά γε.ἀρκεῖ, ἔφη. ἆρ᾽ οὖν δοκεῖς οἷόν τέ τι τῶν ὄντων τοῦτο ὃ τυγχάνει ὄν, αὐτὸ τοῦτο
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.