[284α]
λέγοντα;λέγοντα, ἔφη.οὐκοῦν εἴπερ λέγει αὐτό, οὐκ ἄλλο λέγει τῶν ὄντων ἢ ἐκεῖνο ὅπερ λέγει;πῶς γὰρ ἄν; ἔφη ὁ Κτήσιππος.ἓν μὴν κἀκεῖνό γ᾽ ἐστὶν τῶν ὄντων, ὃ λέγει, χωρὶς τῶν ἄλλων.πάνυ γε.οὐκοῦν ὁ ἐκεῖνο λέγων τὸ ὄν, ἔφη, λέγει;ναί.ἀλλὰ μὴν ὅ γε τὸ ὂν λέγων καὶ τὰ ὄντα τἀληθῆ λέγει: ὥστε ὁ Διονυσόδωρος, εἴπερ λέγει τὰ ὄντα, λέγει τἀληθῆ καὶ οὐδὲν κατὰ σοῦ ψεύδεται.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.