[283ε]
καὶ ὁ Κτήσιππος ἀκούσας ἠγανάκτησέν τε ὑπὲρ τῶν παιδικῶν καὶ εἶπεν: ὦ ξένε Θούριε, εἰ μὴ ἀγροικότερον, ἔφη, ἦν εἰπεῖν, εἶπον ἄν: ‘σοὶ εἰς κεφαλήν,’ ὅτι μαθών μου καὶ τῶν ἄλλων καταψεύδῃ τοιοῦτον πρᾶγμα, ὃ ἐγὼ οἶμαι οὐδ᾽ ὅσιον εἶναι λέγειν, ὡς ἐγὼ τόνδε βουλοίμην ἂν ἐξολωλέναι.τί δέ, ἔφη, ὦ Κτήσιππε, ὁ Εὐθύδημος, ἦ δοκεῖ σοι οἷόν τ᾽ εἶναι ψεύδεσθαι;νὴ Δία, ἔφη, εἰ μὴ μαίνομαί γε.πότερον λέγοντα τὸ πρᾶγμα περὶ οὗ ἂν ὁ λόγος ᾖ, ἢ μὴ
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.