[277β]
ὅς, μανθάνεις, εἴπερ γε ἅπαντα τὰ γράμματα ἐπίστασαι.ὡμολόγησεν.οὐκ ἄρα ὀρθῶς ἀπεκρίνω, ἔφη.καὶ οὔπω σφόδρα τι ταῦτα εἴρητο τῷ Εὐθυδήμῳ, καὶ ὁ Διονυσόδωρος ὥσπερ σφαῖραν ἐκδεξάμενος τὸν λόγον πάλιν ἐστοχάζετο τοῦ μειρακίου, καὶ εἶπεν: Ἐξαπατᾷ σε Εὐθύδημος, ὦ Κλεινία. εἰπὲ γάρ μοι, τὸ μανθάνειν οὐκ ἐπιστήμην ἐστὶ λαμβάνειν τούτου οὗ ἄν τις μανθάνῃ;ὡμολόγει ὁ Κλεινίας.τὸ δ᾽ ἐπίστασθαι, ἦ δ᾽ ὅς, ἄλλο τι ἢ ἔχειν ἐπιστήμην ἤδη ἐστίν;συνέφη.τὸ ἄρα μὴ ἐπίστασθαι
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.